Ancient Greek
74.2.38 to 74.3.70
Documentary Papyri, P.Tebt. 1 74.2.38-74.3.70
Not analysed yet
ἐμβρόχου διὰ τὸν ὄμβρον τῶν παρακειμένων ὑδάτων ἀπὸ τοῦ περὶ Θεογονίδα μεγάλου περιχώματος καὶ Ταλί, τῆς ἐν τῶι να ἔτει λϛ δ ἀρτάβαι ρϙζ 𐅵δ, τῆς ἐν τῶι μδ ἔτει ι ἀρτάβαι μθ 𐅷,γίνονται ἄρουραι μϛ δ ἀρτάβαι σμζ γ ιβ. ἁλμυρίδος τῆς ὑπὸ Διονυσίου τοῦ Πτολεμαίου τοῦ προστάντος τῆς ἀπὸ ὑπολόγου ἀναχθείσης ὑπὸ Πτολεμαίου τοῦ Φιλίνου ἐν τῶι ν ἔτει ξα 𐅵ἀρτάβαι σϙα 𐅵,τῆς ἐν τῶι μδ ἔτει θ δ ἀρτάβαι με, τῆς ἐν τῶι μβ ἔτει ιη 𐅵δ ἀρτάβαι οϛ 𐅵γ ιβ, τῆς ἐν τῶι μ ἔτει ρνθ δ η ἀρτάβαι ωϙθ 𐅵,γίνονται ἁλμυρίδος σμη 𐅵δ η ἀρτάβαι Ατια 𐅵γ ιβ. γίνονται τοῦ ἀπὸ τοῦ μ ἔτους σϙε η ιϛ ἀρτάβαι Αφνθ γ. καὶ τοῦ ἕως τοῦ λθ ἔτους· ἁλμυρίδος ἣν καὶ κατεξῦσθαι χάριν τῶν ἐπενεχθέντων ὑδάτων ἄρουραι τκθ δ ἀρτάβαι 610 γ, ἐμβρόχου ρϙβ 𐅵δ ἀρτάβαι Ακθ γ ιβ, χέρσου διὰ τὸ παρακεῖσθαι τῆι λοιπῆι ἀφόρωι κβ δ η ιϛ ἀρτάβαι ϙδ 𐅵δ, γίνονται ἄρουραι φμδ δ η ιϛ ἀρτάβαι Βψλδ 𐅵. ἐβρόχου τῆς ἐν τῆι ἠθετημένηι ἱερᾷ ε ἀρτάβαι κδ 𐅵γ, γίνονται φμθ δ η ιϛ ἀρτάβαι Βψνθ γ. καὶ τίθεται ἐν τῶι ὑπολόγωι τῆς καταμετρηθείσης τισὶν κατοίκοις ἀντὶ τῆς ἐπισταλείσης χέρσου ἄρουραι μζ ἀρτάβαι σλδ ιβ, καὶ ἀπὸ τῶν ἐν συνκρίσει διαφόρων ἀρτάβαι ο ϛ, γίνονται μζ ἀρτάβαι τδ δ. γίνονται τοῦ ἕως τοῦ λθ ἔτους φϙϛ δ η ιϛ ἀρτάβαι Γξγ 𐅵ιβ, τοῦ δὲ ὑπολόγου ἀχρήστου ωϙα 𐅵ἀρτάβαι Δχκβ ϛ.