Ancient Greek
P.Tebt. 1 78
Documentary Papyri, P.Tebt. 1 78
Not analysed yet
ἔτους …,παρὰ Πετεσούχου κωμογραμματέως Κερκεοσίρεως. κατʼ ἄνδρα τῆς γεγενημένης ὑπὸ Ὥρου τοῦ βασιλικοῦ γραμματέως ἐπισκέψεως μετὰ τὴν κατὰ φύλλον τοῦ αὐτοῦ ἔτους τῆς ἐσπαρμένης ἀπὸ τῶν ὑπαρχουσῶν περὶ τὴν κώμην ἐν τῆι κεχωρισμένηι προσόδωι, παρακειμένου καὶ τοῦ ἐφʼ ἑκάστου ἐκβεβηκότος πλεονάσματος. οὐσῶν ἀπὸ ὑπολόγου ἀρουρῶν οη τούτων ἐσπαρμένης ἄρουραι ιϛ 𐅵καὶ …καὶ πλείω ……ϛ καὶ πλείω ……ὑπολόγου ἄρουραι ν 𐅵. ὀμνύω βασίλισσαν Κλεοπάτραν καὶ βασιλέα Πτολεμαῖον θεοὺς Φιλομήτορας Σωτῆρας καὶ τοὺς τούτων προγόνους καὶ τὸν Σαρᾶπιν καὶ τὴν Ἶσιν καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας ἦ μὴν ἐπιδεδωκέναι τὸ προκείμενον προσάγγελμα καὶ μηθὲν ἐψευδογραφηκέναι. εὐορκοῦντι μέν μοι εὖ εἴη ἐφιορκοῦντι δὲ τὰ ἐναντία.