Ancient Greek
P.Tebt. 1 84 fr. a & c (col. 1-3 & 10)
Documentary Papyri, P.Tebt. 1 84a
Not analysed yet
ἔτους νγ, παρὰ Μεγχείους κωμογραμματέως Κερκεοσίρεως. εὐθυμετρία κατʼ ἄνδρα κατὰ περίχωμα τοῦ ἀναγραφομένου περὶ τὴν κώμην παντὸς ἐδάφους. ἐν τοῖς ἀπὸ νότου καὶ ἀπηλιώτου τῆς κώμης πεδίοις βορρᾶ καὶ ἀπηλιώτου βορρᾶ μὲν ἀπὸ περιστάσεως τῆς κώμης ἀπηλιώτου δὲ ἀπὸ τῶν περὶ Θεογονίδα πεδίων, ὑπολόγου ἐκτὸς μισθώσεως ἁλώνων ἄρουραι ι πετραίας ιη 𐅵δ, γίνονται κη 𐅵δ ὧν συνπεριειλημμένων περιστερώνων ἀγγείων Α ὧν ἡ τρίτη ἀνιέρωται Σοκνεβτύνι θεῶι μεγάλωι μεγάλωι. λιβὸς ἐχόμενον χῶμα ἐκτὸς μισθώσεως α 𐅵. λιβὸς ἐχόμενου ὑπολόγου ἐμβρόχου τοῦ ἕως τοῦ λθ ἔτους ζ 𐅵. λιβὸς ἐχομένου ὑδροδοχίου β. λιβὸς ἐχομένου ὑπολόγου ἐμβρόχου τοῦ ἕως τοῦ λθ ἔτους 𐅵. λιβὸς ἐχομένη διῶρυξ δ. λιβὸς ἐχομένου ἀρχομένου βορρᾶ ὑπολόγου κατεξυσμένου ἕως λθ ἔτους δ 𐅵. νότου ἐχομένης Πετεσοῦχος Νεκτενίβιος βασιλικῆς ιβ 𐅵ὧν συμπεριειλημμένης διώρυγος 𐅵,καταλείπονται ιβ. νότου ἐχομένης Πετοσῖρις Ἁρκοίφιος βασιλικῆς β. νότου ἐχόμενος ἀρχόμενος λιβὸς κλῆρος ἑπταρούρος Χομήνιος Λαβόις Φατρείους ϛ 𐅵. ἀπηλιώτου ἐχομένης ἀρχομένης βορρᾶ Πετωῦς Μαρρείους βασιλικῆς ϛ 𐅵δ ὧν συμπεριειλημμένης διώρυγος δ, καταλείπονται ϛ 𐅵. νότου ἐχομένης Φραμῆνις Πετοσίριος βασιλικῆς ϛ 𐅵δ ὧν συμπεριειλημμένης διώρυγος δ, καταλείπονται ϛ 𐅵. ἀπηλιώτου ἐχομένου ὑπολόγου ἁλμυρίδος τοῦ ἕως λθ ἔτους α. ἀπηλιώτου ἐχομένη ἡ κεχωρισμένη πρόσοδος α δ. ἀπηλιώτου ἐχομένης Φραμῆνις Πετοσίριος βασιλικῆς β. ἀπηλιώτου ἐχομένου ἀρχομένου βορρᾶ ὑπολόγου ἁλμυρίδος τοῦ ἀπὸ τοῦ μ ἔτους α. νότου ἐχομένου ὑδραγωγοῦ δ η. νότου ἐχομένου ἀρχομένου ἀπηλιώτου ὑπολόγου ἁλμυρίδος τοῦ ἀπὸ τοῦ μ ἔτους γ 𐅵. λιβὸς ἐχομένης Ὧρος Πετεχῶντος βασιλικῆς η. λιβὸς ἐχομένης ὑπολόγου ἁλμυρίδος τοῦ ἀπὸ τοῦ μ ἔτους α. παρακειμένης λιβὸς ἐχομένης ὁδοῦ 𐅵. λιβὸς ἐχομένης ἀρχομένης βορρᾶ Πετερμοῦθις Μαρρείους βασιλικῆς ιβ 𐅵ὧν συμπεριειλημμένης διώρυγος 𐅵,καταλείπονται ιβ. νότου ἐχομένης Πετοσῖρις Ἁρκοίφιος βασιλικῆς δ η ὧν συμπεριειλημμένης ὁδοῦ η, καταλείπονται δ. νότου ἐχομένης ἀρχομένης λιβὸς Μαρρῆς Πετοσίριος βασιλικῆς δ η ὧν συμπεριειλημμένης ὁδοῦ η, καταλείπονται δ. …ἀπηλιώτου ἐχομένου ἀρχομένου βορρᾶ ὑπολόγου ἁλμυριδος τοῦ ἀπὸ τοῦ μ ἔτους α …νότου ἐχομένης Φαγάτης Ὀννώφριος βασιλικῆς θ …νότου ἐχομένης Μαρρῆς Πετοσίριος βασιλικῆς θ 𐅵ὧν συμπεριειλημμένης ὁδοῦ 𐅵,καταλείπονται θ. νότου ἐχομένης ἀρχομένης ἀπηλιώτου Τεεφῖβις Χεύριος βασιλικῆς δ η ὧν συμπεριειλημμένης ὁδοῦ η, καταλείπονται δ. λιβὸς ἐχομένη διῶρυξ η. λιβὸς ἐχομένης ἀρχομένης βορρᾶ Μαρρῆς Μαρρείους βασιλικῆς 𐅵δ. νότου ἐχόμενος ἀρχόμενος λιβὸς κλῆρος ἑπτάρουρος Χομήνιος Ψενῆσις Στεφάνου ϛ 𐅵,τοῦ αὐτοῦ βασιλικῆς α, γίνονται ζ 𐅵. ἀπηλιώτου ἐχομένη διῶρυξ δ. ἀπηλιώτου ἐχομένης ἀρχομένης βορρᾶ Ἁρμιῦσις Ἁρμίυσιος βασιλικῆς β. νότου ἐχομένης ἀρχομένης ἀπηλιώτου Πετεσοῦχος Σαραπίωνος βασιλικῆς δ 𐅵. λιβὸς ἐχομένη διῶρυξ δ. λιβὸς ἐχομένης ἀρχομένης βορρᾶ Ὀννῶφρις Πετεαρψενήσιος βασιλικῆς ἀπὸ ι παρακείμενον νότου ἐχόμενον τοῦ αὐτοῦ τὸ λοιπὸν τῶν ι ἀρουρῶν. ἀπηλιώτου ἐχομένου ἀρχομένου βορρᾶ ὑπολόγου ἁλμυρίδος τοῦ ἀπὸ τοῦ μ ἔτους α 𐅵. νότοῦ ἐχομένης Φατρῆς Πάσιτος βασιλικῆς δ 𐅵. νότου ἐχομένης ἀρχομένης ἀπηλιώτου Ἁρφαῆσις Πετοσίριος βασιλικῆς δ. λιβὸς ἐχομένη διῶρυξ 𐅵. λιβὸς ἐχόμενος ἀρχομένος βορρᾶ κλῆρος ἑπτάρουρος Χομήνιος Κόμων Πεχύσιος ϛ 𐅵,…