Ancient Greek
P.Tebt. 1 92
Documentary Papyri, P.Tebt. 1 92
Not analysed yet
Κερκεοσίρεως τῆς μὴ φρουρουμένης μηδʼ οὔσης ἐπὶ τοῦ μεγάλου ποταμοῦ μηδʼ ἐπʼ ἄλλου πλωτοῦ ἀπεχούσης δʼ εἰς πτολεμαίδα Εὐεργέτου τὴν μητρόπολιν τοῦ νομοῦ στάδια ρξ εἰς δὲ Μοῖριν τὴνσύνενγυς φρουρουμένην στάδια ρνθ ὁ δʼ ἐξ αὐτῆς συναγόμενος σῖτος παράγεται εἰς τὸν ἐν τῇ κώμῃ βασιλικὸν θησαυρόν, προσμετρουμένων εἰς τὰς καθάρσεις καὶ τὸ κοσκινευτικὸν τῶν ρ ἀρταβῶν γ ἐπίμετρον β καὶ ἐντεῦθεν κατάγεται διʼ ὑποζυγίων. …