Ancient Greek
P.Tebt. 2 289
Documentary Papyri, P.Tebt. 2 289
Not analysed yet
Ἀπολλώνιος στρατηγὸς Ἀκοῦτι τοπάρχῃ Τεβτύνεως χαίρειν. ἐξαυτῆς πέμπε μοι πρόσγραφον τῶν μέχρι τῆς σήμερον διαγεγραμμένων κατʼ εἶδος, οὕτως γὰρ γνώσομαι πότερον ἐπὶ τόπων σε ἐάσω πράττοντά τι ἢ μεταπεμψάμενος πέμψω τῶι ἡγεμόνι ὡς ἀμελοῦντα τῆς εἰσπράξεως. ἔρρωσο. ἔτους ἐνάτου Τιβερίου Καίσαρος Σεβαστοῦ Μεχεὶρ κα Ἀκοῦτι τοπάρχῃ Τεβτύνεως.