Ancient Greek
P.Tebt. 2 292
Documentary Papyri, P.Tebt. 2 292
Not analysed yet
Ἥρωνι στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Ἰσιδώρας Πακήβκεως τοῦ Μαρσισούχου μητρὸς …εως τῆς Μαρσισούχου ἱερείας καὶ προφήτιδος ἱεροῦ λογίμου τοῦ ὄντος ἐν κώμῃ Τεπτύνει διὰ …ς Κρονίωνος ἱερέως ἀπολυσίμου καὶ στολιστοῦ τοῦ αὐτοῦ ἱεροῦ. βουλομένη περιτεμεῖν υἱόν μου Πακῆβκιν ἐκ πατρὸς Κρονίωνος Πακήβκεως τοῦ Ἁρποκρατίωνος ἱερέως ἀπολυσίμου καὶ διαδόχου προφητείας τοῦ αὐτοῦ ἱεροῦ καὶ τὸν τοῦ πρὸς μητρός μου θείου μετηλλαχότος Μαρεψήμεως Μαρσισούχου ὑιὸν Πανῆσιν μητρὸς Θενπακήβκεως τῆς Πανήσεως ὁμοίως ἱερέων τοῦ αὐτοῦ ἱεροῦ παῖδας ὄντας …αναπ… καὶ τοῦ ἱεροῦ …αι καὶ …ἱερέων διʼ ἧς αυτη… ἀξιῶ κατὰ τὸ ἔθος ἐπιστολὴν …γραφῆναι ὑπὸ σοῦ τῷ κρατίστῷ ἀρχιερεῖ ἵνα συνχωρήσαντος αὐτοῦ δυνηθῶσιν οἱ παῖδες περιτμηθῆναι καὶ τὰς ἐπιβαλλούσας ἱερουργίας ἐπιτελεῖν. εἰσὶ δὲ οἱ παῖδες Πακῆβκις Κρονίωνος τοῦ Πακήβκεως μητρὸς Ἰσιδώρας τῆς Πακήβκεως πρὸς τὸ λ ἔτος ἐτῶν ζ, Πανῆσις Μαρεψήμεως τοῦ Μαρσισούχου μητρὸς Θενπακήβκεως τῆς Πανήσεως ὁμοίως πρὸς τὸ λ ἔτος ἐτῶν ια, οὕσπερ ὁ προδεδηλωμένος μου ἀνὴρ Κρονίων Πακήβκεως νυνὶ ἐν Ἀλεξανδρείᾳ τυγχάνων προσάξαι τῷ κρατίστῷ ἀρχιερεῖ. ……χ… …μητε… …ης ……οσω…