Ancient Greek
P.Tebt. 2 299
Documentary Papyri, P.Tebt. 2 299
Not analysed yet
Ἀρείωι Λυσιμάχου κωμογραμματεῖ Τεβτύνεως παρὰ Ψοίφιος τοῦ Ἁρποκρᾶ τοῦ Πακήβκιος μητρὸς Θενμαρσισούχου τῆς Ψοίφιος μητρὸς Κελλαύθιος τῶν ἀπὸ τῆς κώμης πέμπτης φυλῆς ἱερέως τῶν ἐν τῇ κώμῃ θεῶν Κρόνου θεοῦ μεγίστου καὶ Ἴσιδος καὶ Σαράπιδος θεῶν μεγάλων ἀπολυσίμου ἀπὸ ἀνδρῶν πεντήκοντα . ἀπογράφομαι τὸν γεγονότα μοι υἱὸν Πακῆβκιν μητρὸς Ταασιείους τῆς …μητρὸς Ταώπεως τῶι δεκάτωι ἔτει Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, καὶ ἀξιῶ ταγῆναι τὸ τοῦ προκειμένου μου υἱοῦ Πακήβκιος ὄνομα ἐν …