Ancient Greek
P.Tebt. 2 321
Documentary Papyri, P.Tebt. 2 321
Not analysed yet
ἀντίγραφον ἀπογραφῆς. Μαξίμωι τῷ καὶ Νεάρχωι στρατηγῶι καὶ Ἡρακλείδηι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Σαβείνωι καὶ Ἀντωνίνωι γραμματεῦσι μητροπόλεως καὶ ἀμφοδάρχῃ καὶ λαογράφωι ἀμφόδου Λινυφείων παρὰ Ἡρᾶτος τῆς Λυσιμάχου τοῦ Ἡρωδίωνος μητρὸς Ταμύσθας ἀναγραφομένης ἐπʼ ἀμφόδου Ἀπολλωνίου Ἱερακίου μετὰ κυρίου τοῦ συνγενοῦς Ἡρακλείδου τοῦ Πάτρωνος. ὑπάρχει μοι ἐπʼ ἀμφόδου Μοήρεως δίμοιρον οἰκίας καὶ αὐλῆς καὶ τόπων ἐν ᾧ ἀπογράφομαι τοὺς ὑπογεγραμμένους ἐνοίκους εἰς τὴν τοῦ διεληλυθότος θ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐπʼ ἀμφόδου Λινυφείων ἐφʼ οὗ καὶ τῇ τοῦ ιϛ ἔτους θεοῦ Ἁδριανοῦ ἀπογραφῇ ἀπεγραψάμην. …