Ancient Greek
P.Tebt. 2 327
Documentary Papyri, P.Tebt. 2 327
Not analysed yet
Οὐεττίωι Τούρβωνι τῶι κρατίστωι ἐπιστρατήγωι παρὰ Κρονοῦτος Ζωίλου τοῦ Πετεσούχου ἀπὸ κώμης Τεβτύνεως Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου. ἔτι πάλαι, κύριε, τοῦ προγεγραμμένου μου πατρὸς ἀναδοθέντος εἰς ἐπιτήρησιν γενηματογραφουμένων ὑπαρχόντων καὶ μετὰ τὸν ὡρισμένον χρόνον τῆς ἐπιτηρήσεως τετελευτηκότος ἀπόρου μηδὲ ἓν καταλείποντος ἔτι ἀπὸ τοῦ τρεισκαιδεκάτου ἔτους θεοῦ Αὐρηλίου Ἀντωνίνου αὐτὴ ἔκτοτε οὐ δεόντως ἀπαιτοῦμαι τὰ ὑπὲρ τῶν ὑπαρχόντων τελούμενα δημόσια. κεκελευσμένου οὖν, κύριε, γυναῖκος ἀφεῖσθαι τῶν τοιούτων χρειῶν ἀναγκαίως γυνὴ οὖσα ἀβοήθητος πολλοῖς ἔτεσι βεβαρημένη καὶ κινδυνεύουσα διὰ τοῦτο καταλείπειν τὴν ἰδίαν ἐπὶ σὲ καταφεύγω ἀξιοῦσά σε κελεῦσαι ἤδη τὰ ἐν ὀνόματι τοῦ πατρὸς …θῆναι εἰς τὴν …ν καὶ ἐπὶ ζῶντας …ους χρόνου ον …μενου τοῖς ἐν …ε. διευτύχει. ἔτους …Μεσορὴ ι. μηδενὸς ἐπεχομένου τῷ στρατηγῷ ἔντυχε. ἀπόδος.