Ancient Greek
P.Tebt. 2 357
Documentary Papyri, P.Tebt. 2 357
Not analysed yet
Νεῖλος καὶ Σαραπάμμων δημοσιῶναι τέλους καταλοχισμῶν Ἀρσινοίτου καὶ ἄλλων νομῶν διὰ Διονυσίου πραγματευτοῦ Πακήβι καὶ Θαήσι ἀμφοτέροις Κρονίωνος καὶ Κρονίωνι Μάρωνος τοῖς γ ἀφήλιξι διʼ ἐπιτρόπου τοῦ τοῦ ἑνὸς αὐτῶν Κρονίωνος πατρὸς Μάρωνος χαίρειν. διεγράψατέ μοι εἰς ἃ ὀφείλετε τέλη περὶ κώμην Μαγδῶλα ἀμπελῶνος κατοικικοῦ ἀρούρας α ἧς ἀνεκομίσασθε διὰ τῆς βιβλιοθήκης ε ἔτει Φαμενὼθ ἐπὶ λόγου δραχμὰς τεσσεράκοντα, γίνονται δραχμαὶ μ. ἔτους ε Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παῦνι κβ.