Ancient Greek
P.Tebt. 2 364
Documentary Papyri, P.Tebt. 2 364
Not analysed yet
ἔτους …Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Παρθικοῦ Μηδικοῦ Μεγίστου Μεσορὴ κδ. διέγραψαν Κρονίων καὶ οἱ λοιποὶ πρεσβύτεροι κώμης Τεπτύνεως ὑπὲρ φορέτρου τοῦ αὐτοῦ ἔτους εἰς Φανῆσιν Ὀννώφρεως ἐπὶ λόγου δραχμὰς τέσσαρες, γίνονται δραχμαὶ δ, μηδὲ προσχρησάμενοι ἑτέρῳ συμβόλῳ, κϛ ἄλλας ἐπὶ λόγου δραχμὰς τέσσαρες, γίνονται δραχμαὶ δ, ὁμοίως διὰ Κρονίωνος ἄλλας δραχμὰς δέκα, δραχμαὶ ι, …ὁμοίως ὑπὲρ τοῦ διεληλυθότος …ἔτους ἐπὶ λόγου δραχμὰς τέσσαρας τριώβολον, γίνονται δραχμαὶ δ τριώβολον, συμβολικὰ διώβολον.