Ancient Greek
P.Tebt. 2 370
Documentary Papyri, P.Tebt. 2 370
Not analysed yet
Σαραπιὰς Σαραπίωνος διὰ Διονυσίου Σαραπίωνος ἀδελφοῦ κυβερνήτου πλοίου α ἀγωγῆς ἀρταβῶν …ὁρμοφύλαξι ὅρμου Ἄλσους μητροπόλεως καὶ σιτολόγοις μητροπόλεως. ἐνεβαλόμην ἀπὸ τῆς κθ τοῦ Μεσορὴ μηνὸς τοῦ ἐνεστῶτος ζ ἔτους ἀπὸ γενήματος ζ ἔτους ἀπὸ τῆς προκιμένης πόλεως πυροῦ καθαροῦ ἀδόλου ἀβώλου ἀκρίθου κεκοσκινευμένου μέτρῳ δημοσίῳ μετρήσι τῇ κελευσθείσῃ ὧν τὸ κατὰ μίαν ὑπόκειται· κθ λ ἀρτάβας ιθ 𐅵γίνονται ἀρτάβαι ιθ 𐅵.