Ancient Greek
P.Tebt. 2 382
Documentary Papyri, P.Tebt. 2 382
Not analysed yet
…διῃρησθαι …τοὺς ὑπὸ τοῦ πατρὸς αὐτῶν ἀπολελειμμένους κλήρους ὑπογραφή· Ἡρακλῆς Ἀκουσιλάου ὁμολογῶ διῃρῆσθαι πρὸς τὸν ἀδελφόν μου Ἀκουσίλαον ἐπὶ τοῦ παρόντος τοὺς ὑπάρχοντας ἡμῖν πατρικοὺς κλήρους καὶ ἐξ ἧς πεποιήμεθα πρὸς ἑαυτοὺς ἐξ εὐδοκούντων κλήρου διαιρέσεως λελογχέναι με εἰς τὸ ἐπιβάλλον μοι μέρος περὶ Κερκῆσιν τῆς Πολέμωνος κληρουχικὰς ἀρούρας ιβ ἐν τῶι καλουμένωι πεδίωι Ψερέβωι καὶ περὶ τὸ Ἡρακλείδου ἐποίκιον τὰς ἐν μιᾷ σφραγῖδι ἀρούρας ϛ ἐπικαλουμένας Βασιλικοῦ Γραμματέως καὶ περὶ Τεβτῦνιν τὰς λοιπὰς ὧν κεκλήρωται ὁ ἀδελφός μου Ἀκουσίλαος ἀπὸ ἀπηλιώτου ἀρουρῶν ζ 𐅵ιϛ λβ σχοινίῳ ϙϛ τῶι πρὸς τὴν κρηπῖδα τὰς λοιπὰς αἳ εἰσὶν ἀπὸ ἀρουρῶν ιϛ, τὸν δὲ Ἀκουσιλαον λελογχέναι ὡσαύτως τὰς προκειμένας ἀρούρας ζ 𐅵ιϛ λβ καὶ περὶ τὸ Ἡρακλείδου ἐποίκιον ἄλλας κληρουχικὰς ἀρούρας δ καὶ περὶ Κερκῆσιν ἄλλας ἀρούρας ϛ ἐπικαλουμένας Παχράτου. ἐπὶ δὲ ὧν ἐγὼ κεκλήρωμαι σφραγίδων ἢ ὅσʼ ἐὰν ὦσιν ἐπὶ τὸ πλεῖον, ἐν μηδενὶ ἐλαττουμένου τοῦ Ἀκουσιλάου ἐν ᾗ ἔχει μου μισθώσει καθότι πρόκειται· καὶ τέθειμαι τὴν συνγραφὴν κυρίαν παρὰ Πτολεμαίωι. χειρογραφία· Ἡρακλῆς Ἁκουσιλάου Μακεδὼν τῶν κατοίκων ἱππέων Ἀκουσιλάωι Ἀκουσιλάου τῶι νεωτέρωι μου ἀδελφῷ. ὀμνύω Καίσαραν θεοῦ υἱὸν Αὐτοκράτορα ἦ μὴν ἐμμενεῖν καὶ ποιήσειν πάντα τὰ κατὰ δύο μέρη ἀπὸ μερῶν πέντε ἐπιμερίζειν δὲ τοὺς ἀποἀπολελειμμένους κλήρους …χ Σπασίνης καὶ Ἀπολλωφάνης Διονυσίωι καὶ Ἀσκληπιάδηι χαίρειν. ἐπειδὴ Κάστωρ Ἀπολλωνίου Ἀμμωνιεὺς ἱππάρχης ἐπʼ ἀνδρῶν τῆς α ἱππαρχίας τῶν ὀγδοηκονταρούρων παρακεχώρηκεν ἀπὸ τῶν λοιπῶν τοῦ κλήρου περὶ Κερκῆσιν τῆς Πολέμωνος μερίδος ἀρούρας ϛ 𐅵Ἀκουσιλάωι Μάρωνος Μακεδόνι …στρατοπέδου γράφομεν ὑμῖν ἳνʼ ᾗ ἐπιμελὲς τὰ ἄλλʼ ἐπινοεῖν ὡς καθήκει. …ἔρρωσθε. ἔτους …α Ἐπεὶφ …