Ancient Greek
P.Tebt. 2 384
Documentary Papyri, P.Tebt. 2 384
Not analysed yet
……υ καὶ ……οι παρεξόμεθά σοι τὸν ἀδελφὸν ᾧ ὄνομα Πασίωνει μένοντα ἐνιαυτὸν ἕνα ἀπὸ τοῦ τεσσαρακοστοῦ ἔτους Καίσαρος ἐργαζόμενον κατὰ τὴν γερδιακὴν τέχνην καὶ …οὐ γεινόμενον ἀπόκοιτον οὐδʼ ἀφήμερον ἀπὸ τῆς Πασώνιος οἰκίας, καὶ μετὰ τὸν χρόνον ἀποδώσομεν τὰς τοῦ ἀργυρίου δραχμὰς δεκάεξ καὶ …ω…ατων τω… …ις τὰ σύμβολα τοῦ τεσσαρακοστοῦ ἔτους …Καίσαρος τῆς λαογραφίας καὶ τὰ σύμβολα τοῦ τ… τῶν γερδίων, τοῦ ἐπιτρίτου ὄντος πρὸς τοὺς ὁμολογοῦντας μόνον ὄντας ἀλλήλων ἐγγύους εἰς ἔκτισιν, ἡ δὲ πρᾶξις ἔστω Πασώνι ἔκ τε τῶν ὁμολογούντων καὶ ἐκ τῶν ὑπαρχόντων. ἔτους λθ Καίσαρος Μεσορὴ ιϛ, διὰ …ς… νομογράφου. Ἁρμιῦσις καὶ Παπνεβτῦνις οἱ δύο Ὀρσενούφιος Πέρσαι τῆς ἐπιγονῆς ὁμολογοῦμεν ἔχειν παρὰ Πασώνιος τοῦ Ὀρσενούφιος ἀργυρίου δραχμὰς δεκάεξ καὶ ἀντὶ τῶν τούτων τόκων καὶ τροφείων καὶ ἱματισμοῦ καὶ λαογραφίας κώμης Ὀξυρύνχων καὶ τέλους γερδίων καὶ τῶν τούτων μισθῶν παρεξόμεθα τὸν ἀδελφὸν ἡμῶν Πασίωνα παραμένοντα αὐτῷ ἐνιαυτὸν ἕνα ἀπὸ τοῦ τεσσαρακοστοῦ ἔτους Καίσαρος ἐργαζόμενον κατὰ τὴν γερδιακὴν τέχνην καὶ ποιοῦντα τὰ ἐπιταχθησόμενα πάντα, καὶ μετὰ τὸν χρόνον ἀποδώσομεν τὰς τοῦ ἀργυρίου δραχμὰς δεκάεξ καὶ …αδωσις μόνον τὰ τοῦ ενι… τὰ τῆς λαογραφίας τοῦ ἐνάτου καὶ τριακοστοῦ ἔτους Καίσαρος καὶ τοῦ τεσσαρακοστοῦ ἔτους Καίσαρος καὶ τὰ σύμβολα τοῦ γερδιακοῦ καὶ κατεργασία… ἀπὸ τοῦ Πασώνιος …δε… καὶ ἐὰν μὴ παραμείνῃ ἐκτίσομεν δραχμὰς ἑκατόν ,ἐνγύων ἀλλήλων εἰς ἔκτισιν ὄντων ὡς πρόκιται. Ἀκουσίλαος Ἡλιωδώρου γέγραφα διὰ τὸ μὴ εἰδέναι αὐτούς.