Ancient Greek
397.r.1 to 397.r.14
Documentary Papyri, P.Tebt. 2 397.r.1-14
Not analysed yet
κατεχωρίσθη ϛ ἔτους Μεχεὶρ κθ, ε ἐξεδόθησαν ἑνὶ ἑκάστῳ. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Καίσαρος Σεβαστοῦ ἀποδεδειγμένου Αὐτοκράτορος μηνὸς Ξανδικοῦ Μεχιὲρ κθ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Τυραννὶς θυγάτηρ Σαραπίωνος ἐξηγητεύσαντος τῆς Ἀρσινοειτῶν πόλεως ὡς ἐτῶν εἴκοσι ὀκτὼ οὐλὴν οὐκ ἔχουσα μετὰ κυρίου οὖ ἑκουσίως ᾕρηται διὰ Σερήνου τοῦ καὶ Ἁρποκρατίωνος ἱερέως ἐξηγητοῦ κατὰ τὸν ἐπισταλέντα ὑπὸ αὐτοῦ χρηματισμὸν ὑφʼ ὃν ἐστιν καὶ τὸ ἐπιδοθὲν ὑπὸ αὐτῆς ἀξίωμα, ὧν πάντων τὰ ἀντίγραφα ὑποτέτακται, Κρονίωνος Ἥρωνος τοῦ Ζωσίμου ἀπὸ ἀμφόδου Ταμίων ὡς ἐτῶν πεντήκοντα λευκὸν ὀφθαλμῷ ἀριστερῷ, Τούρβωνι Ἁρποκρατίωνος τοῦ Ἡρακλείδου ἀπὸ τῆς μητροπόλεως ὡς ἐτῶν πεντήκοντα πέντε κεκαμμένον δάκτυλον μικρὸν χειρὸς ἀριστερᾶς καὶ Μελανοῦτι Ἁρποκρατίωνος τοῦ Χαιρήμονος ἀπὸ ἀμφόδου Συριακῆς ὡς ἐτῶν δεκαεννέα ἀσήμῳ καὶ Ταῶπι Ἥρωνος τοῦ Παώπεως ὡς ἐτῶν τεσσεράκοντα ἀσήμῳ καὶ Πωλίωνι Ἡρακλέου τοῦ Σαραπᾶ ὡς ἐτῶν τεσσεράκοντα ἀσήμῳ καὶ Ἡρακλείῃ ὡς ἐτῶν εἴκοσι ἀσήμῳ καὶ Σερήνῳ ὡς ἐτῶν τριάκοντα ἀσήμῳ ἀμφοτέροις Σατορνίλου τοῦ Τυράννου τοῖς τέσσαρσι ἀπὸ κώμης Τεπτύνεως τῆς Πολέμωνος μερίδος, ταῖς δὲ γυναιξὶ ἑκατέραις μετὰ κυρίου τῆς μὲν Ταώπεως Πανσυλάτεως Κρονίωνος τοῦ Ζωίλου ὡς ἐτῶν πεντήκοντα ἀσήμῳ τῆς δὲ Ἡρακλείης τοῦ προδεδηλουμένου αὐτῆς ἀδελφοῦ Σερήνου καὶ τῆς Μελανοῦτος Κρονίωνος Ἥρωνος τοῦ Ἥρωνος ὡς ἐτῶν τριάκοντα πέντε ἀσήμῳ, ἀπέχειν παρʼ αὐτῶν τὴν ὁμολογοῦσαν Τυραννίδα διὰ χειρὸς ἀργυρίου δραχμὰς χιλίας τεσσεράκοντα ἴσας ὧν ὤφειλεν ὅ τε τοῦ Τούρβωνος πατὴρ Ἁρποκρατίων Ἡρακλείδου καὶ ὁ τῆς Ἡρακλείας καὶ Σερήνου ἀμφοτέρων πατὴρ Σατόρνιλος Τυράννου καὶ ὁ τῆς Ταώπεως πατὴρ Ἥρων Παώπεως καὶ ὁ τοῦ Πολίωνος κατὰ πατέρα πάππος Σαραπᾶς καὶ ὁ τῆς Μελανοῦτος κατὰ μητέρα πάππος Πουῆρις Παώπεως σὺν Ὀρσενούφι ἀπάτορι μητρὸς Ταορσενούφεως καὶ Πρωτᾷ Ἀμάειτος καὶ Ἁρτῇ Σαραπᾶ καὶ Ἀπύγχι Ὀρσενούφεως τῷ τετελευτηκότι τῆς Τυραννίδος πατρὶ Σαραπίωνι ἐξηγητεύσαντι καθʼ ὁμολογίαν γεγονυῖαν τῷ τρισκαιδεκάτῳ ἔτι θεοῦ Αἰλίου Ἀντωνίνου μηνὶ Μεσορὴ ὀγδόῃ διὰ γραφίου κώμης Εὐημερίας τῆς Θεμίστου μερίδος ἣν καὶ ἀναδέδωκεν αὐτοῖς εἰς ἀθέτησιν καὶ ἀκύρωσιν τῶ καὶ ἀπεσχηκέναι αὐτὴν ἐντεῦθεν ὑπὲρ τόκων διὰ χειρὸς ἀντὶ πλειόνων τὰς ἴσας τοῦ προκιμένου κεφαλαίου δραχμὰς χιλίας τεσσεράκοντα ,τὰς ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς δισχιλίας ὀγδοήκοντα ,διαγραφομένας εἰς τὸ δημόσιον ὑπὲρ τιμῆς πυροῦ προστασίας ἧς προέστη ὁ τοῦ τῆς ὁμολογούσης ἀνδρὸς Πτολεμαίου πατὴρ Τύραννος ὁ καὶ Διογένης