Ancient Greek
P.Tebt. 2 406
Documentary Papyri, P.Tebt. 2 406dupl
Not analysed yet
…ικο Παύλου τε καὶ τῶν ἀδελφῶν σώματα ε, Νικόις Λακωνίς Κωφή Βελλῆς καὶ ταύτης Σαραπιάς τέκνα. εἰς κώμην Τεπτῦνιν. λόγος ὧν κατέλειψεν Παῦλος γενόμενός μου ἀνήρ, πατὴρ τῆς ἀφήλικός μου θυγατρὸς Παυλίνας, ἃ καὶ παρεδόθη Πασιγένῃ ἀδελφῷ τοῦ ἀνδρὸς μου διὰ Σουχάμμωνος μέσίτου. ἔστι δέ· λυχνία τελεία σὺν ἔρωτι καὶ λυχνίῳ συντετιμημένη δραχμῶν …ϛ, λεκάνη χαλκῆ, τήγανον, …τ…απη, καὶ ἐν ἱματίοις χιτώνιον πρωτόγναφον λακωνόσημον στατηριαῖον, μαφόρτης ὁμοίως λευκὸς λακωνόσημος ἔχων δίδραχμον, ἄλλο χιτώνιον ἡμιτριβές, κολόβιον λινοῦν δίσημον καινόν, φακιάλιον λινοῦν καινόν, λίνα λευκὰ ἀριθμῷ ιβ ἐκ δραχμῶν η δραχμῶν ϙϛ, ξοίδιον εἰς περικοπήν, ὕνις ὁμοίως τελεία, κράβατος ξύλινος τέλειος. καὶ ἃ ἔχει πρὸς τοὺς ἀδελφοὺς κοινὰ ὄντα χαλκίον τέλειον μολυβοῦν εἰς ἕψησιν λινῶν, σκάφιον τέλειον, χαλκίον μικρόν, κάδος μικρός. καὶ ὧν ἐπικρατεῖ δούλων κοινῶν ὄντων τοῦ πατρὸς τῆς θυγατρός μου ἀριθμῷ ε. Νεικόις, Κωφὴ ἄλλη, καὶ ταύτης ἔγγονα Λακωνίς, Βελλῆς, Σαραπιάς. καὶ ὧν πάλιν ἐπικρατεῖ ἀρουρῶν πολλῶν οὐσῶν