Ancient Greek
P.Tebt. 2 424
Documentary Papyri, P.Tebt. 2 424
Not analysed yet
Σαραπάμμων Πιπερᾶτι. ἔπεμψά σοι ἐπιστολὴν διὰ τοῦ ἀρτοκόπου καὶ ἴσως οἶδας τί σοι ἔγραψα. καὶ εἰ μὲν ἐπιμένεις σου τῇ ἀπονοίᾳ, συγχαίρω σοι· εἰ δὲ μετανοεῖς σὺ οἶδας. ἴσθι δὲ ὅτι ὀφείλεις φόρους καὶ ἀποφορὰς ἑπτὰ ἐτῶν, ὡς ἐὰν μὴ ἀποκαταστασίας πέμψῃς οἶδάς σου τὸν κίνδυνον.