Ancient Greek
P.Tebt. 2 472 descr.
Documentary Papyri, P.Tebt. 2 472
Not analysed yet
…Διονυσίῳ καὶ Ἡρακλείδῃ γεγυμνασιαρχηκόσι βιβλιοφύλαξιν ἐνκτήσεων Ἀρσινοίτου παρὰ Ἀρείου τοῦ Φαήσιος τοῦ Φαήσιος τῶν ἀπὸ κώμης Τεβτύνεως. ἀπογράφομαι πρώτως διʼ ὑμῶν ὃν ἠγόρασα τῇ ἐνεστώσῃ ἡμέρᾳ παρὰ Ταοννώφρεως τῆς Κρονίωνος πρεσβυτέρου Ἀμάιτος ψιλὸν τόπον βίκων πέντε πηχῶν ἐμβαδικῶν τριάκοντα ἓξ ἡμίσους τετάρτου ὀγδόου λϛ 𐅵δ η καθαρὸν ἀπὸ ὀφειλῆς πάσης καὶ διενγυήματος τιμῆς ἀργυρίου δραχμῶν διακοσίων .