Ancient Greek
P.Tebt. 2 580 descr.
Documentary Papyri, P.Tebt. 2 580
Not analysed yet
ἔτους ὀκτωκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαμενὼθ κθ, πέπτωκεν εἰς τὴν ἐν Πτολεμαίδι Εὐεργέτιδι τράπεζαν εἰς τὸν …ου Πρόκλου νομάρχου λόγον διὰ Δημητρίου καὶ Σαραπίωνος πραγματευτῶν ἐνκυκλίου Τεφορσάις …ούφεως καὶ Ἡρακλᾶς …σεως καὶ Ὀρσενοῦφις …αιτος καὶ Τεφορσάις Ὀρσεῦτος, οἱ δ ἀπὸ Τεβτύνεως, ὑπὲρ δ μέρους οἰκίας καὶ αὐλῆς ἐν κώμῃ Τεβτύνει ἀγοραστοῦ παρὰ Ἑρμῆτος καὶ Ταορσενούφεως ἀμφοτέρων Ἥρωνος ταλάντων β δραχμῶν υ δραχμὰς ἑκατὸν ἑξήκοντα, γίνονται δραχμαὶ ρξ. Σαραπίων σεσημείωμαι τὰς τοῦ ἀργυρίου δραχμὰς ρξ.