Ancient Greek
P.Tebt. 2 640 Vo descr.
Documentary Papyri, P.Tebt. 2 640v
Not analysed yet
Διόδωρος καὶ μέτοχοι πράκτορες στεφανικοῦ κώμης Θεογονίδος Αἰῶνι Ἀπύνχεως χαίρειν. ἔσχαμεν παρὰ σοῦ ὑπὲρ στεφανικοῦ κβ ἔτους ἀριθμήσεως Ἁθὺρ δραχμὰς δ, Τῦβι δραχμὰς δ, Μεχεὶρ ὀβολοὺς ιϛ, Φαρμοῦθι ὀβολοὺς ιβ, Παῦνι ὀβολοὺς ιϛ, Μεσορὴ ὀβολοὺς ιϛ, Φαῶφι ὀβολοὺς ιβ.