Ancient Greek
701.4.288 to 701.5.347
Documentary Papyri, P.Tebt. 3.1 701.4.288-701.5.347
Not analysed yet
ἔφερεν δὲ καὶ Ψενῆσις παστοφόρος δεδωκὼς ἀρτάβας λε δ, ὧν Σοκόνωι χηνοβοσκῶι ἀντὶ παιδαρίου ἀρτάβας ε δ, καὶ Διονυσοδώρωι ἀντὶ βοὸς καὶ μοσχαρίου καθαροῦ γ 𐅵. τῶν δὲ κϛ 𐅵ἀρταβῶν ἔφη δεδωκέναι τὴν τιμὴν Διονυσοδώρωι καὶ Μένωνι καὶ Ὥρου Ἰμούθου καὶ …δ…ωι Φανήσιος σιτομέτρηι ἐξ η δραχμῶν δραχμὰς σπβ. καὶ τῶν ἐθνῶν ἀρταβῶν ιγ 𐅵δεδόσθαι αὐτοῖς τὴν τιμὴν ἐξ η δραχμῶν, καὶ Ψενίθου Ποκᾶτος ἀρταβῶν κ ρμ. παρόντες δὲ καὶ αὐτοὶ καὶ περὶ τούτων ἀνακρινόμενοι οὐχ ὡμολόγουν. …ἄλλο· δὸς Πάιτι …χάλικι τουση… τοῦ Τῦβι δραχμὰς λδ …ἵνα μὴ κωλύηται ἡ χάλιξ …πρὸς τὴν σχεδίαν …ἐποιήσατο Ἰκαδίων σύμβολον …δανείου πυρῶν ἀρταβῶν λζ 𐅵…τοῦ Φαρμοῦθι μηνός. …ὑπόμνημα παρὰ τῶν Μικρολιμναίων …ἀντίγραφα συγγραφῆς τ… παρὰ Πανάκτηι ἐν τῶι με… κύρια ἀξιώσαντος Σίμωνος …αὐτὸν συγγράψασθαι ε… τοὺς ἐν φυλακῆι ὄντας …καὶ το… ἀργυρίου …παρʼ αὐτῶν …ἔγραψαν δὲ καὶ ἔντευξιν ὡς ὑπόκειται τοῖς νομάρχαις οἱ Μικρολιμναῖοι χαίρειν. ἔστιν ἡμῖν ἀφʼ οὗ κατεχόμεθα …μηνος καὶ οὐ δυνάμεθα τῶν δικαίων τυχεῖν πρὸς τοὺς κωμάρχας ?,ἀλλὰ ἐξερημώκασιν ἡμῶν τὴν κώμην καὶ ἔστιν νῦν ἔρημος. ἐνευχόμεθα οὖν ὑμῖν τὸν δαίμονα τοῦ βασιλέως μὴ περιιδεῖν ἡμῶν τὴν κώμην οὖσαν ἔρημον. βουλόμεθα γὰρ ἀπολυθέντες τὰ δίκαια ποιεῖν αὐτοῖς, καὶ μενεῖ ἐπὶ τούτοις ἡ κώμη ἐπὶ χώρας, ὅπως καὶ μηθὲν διαπίπτηι τῶι βασιλεῖ. εἰ οὖν καὶ ὑμῖν δοκεῖ μὴ περιιδεῖν οὕτως ἡμᾶς τε κατεχομένους καὶ τὴν κώμην ἔρημον, ἐσόμεθα τῶι βασιλεῖ χρήσιμοι.