Ancient Greek
P.Tebt. 3 709
Documentary Papyri, P.Tebt. 3.1 709
Not analysed yet
Σοκονῶπις ὁ πρὸς τῆι διαθέσει τῶν βασιλικῶν χαρτῶν τοῦ Ἀρσινοίτου εἰς τὸ κγ ἔτος τῶι ἐν Ταλὶ ἐπιστάτηι καὶ ἀρχιφυλακίτηι καὶ φυλακίταις καὶ ἐρημοφύλαξι καὶ κωμάρχηι καὶ κωμογραμματεῖ χαίρειν. Πετωῦς ὁ ἐπιδικνὺς τὴν ἐντολὴν ἡμῖν ἐξείληφεν παρʼ ἡμῶν τὴν διάθεσιν τῶν βασιλικῶν χαρτῶν Ταλὶ εἰς τὸ αὐτὸ ἔτος, ἔνεστι δὲ αὐτῶι λαμβάνειν χειρογραφίας ὅρκου βασιλικοῦ παρὰ τῶν μονογράφων περὶ τοῦ μὴ χρῆσθαι ἰδιωτικοῖς φορτίοις τῶν τῆι ὠνῆι συνκυρόντων μηδὲ παρὰ τῶν διακολπιτευόντων συναγορᾶν, ἀλλʼ ἀπὸ τῶν βασιλικῶν πρατηρίων. ἐν οἷς ἂν οὖν ὑμῶν χρείαν ἔχηι τῶν πρὸς ταῦτα ἀνηκόντων, καλῶς ποιήσετε ἀντιλαμβανόμενοι προθύμως, καὶ ἐάν τινας ὑμῖν παραδίδωι ἀντιπωλοῦντάς τι ἢ διακολπιτεύοντας, τοὺς τοιούτους παραλαμβάνοντες σὺν οἷς ἐὰν ἔχωσι φορτίοις ἀποκαθείστατε ἐπὶ Ζώπυρον τὸν ἐπιμελητήν, ὅπως εἰσπραχθῶσιν τὰ καθήκοντα ἐπίτιμα. ἔρρωσο. ἔτους κγ Θωὺθ κϛ.