Ancient Greek
P.Tebt. 3 712
Documentary Papyri, P.Tebt. 3.1 712
Not analysed yet
Ἡρακλείδης Ὥρωι καὶ Πετενούρει καὶ τοῖς πρεσβυτέροις τῶν γεωργῶν χαίρειν. καθὼς παρῃτήσασθέ με μηθὲν προβῆναι ἕως τῆς κε μέχρι τοῦ συμπεσεῖν τῶι Πετεσοκονούρει, ἐπιμεμενηκὼς νῦν ἀντὶ τῆς κε ἕως ε τοῦ Μεχεὶρ καὶ μηδενὸς ὑμῶν ἐπὶ εδ…αν ἀγειοχότων ἡμᾶς καὶ οὕτως βαρυθυμήσαντες κεκαρτερήκαμεν καὶ γεγράφαμεν ὑμῖν· ἔτι καὶ νῦν, εἴ τι ὑμῖν διέγνωσται περὶ ὧν ἑστάκην ποιήσειν τῶι Πετεσοκονούρει, παραγίνεσθε ἄγοντες καὶ αὐτόν, ἐφʼ ᾧ ὅσα ἐὰν αἱρῆσθε ἄλλα ποιῆσαι καὶ μήτε αὐτὸν καὶ τὴν χρείαν ἐγκαταλίπητε οὕτως καὶ πεῖραν ἄλλων λαμβάνητε. εἰ δʼ ἄλλως διέγνωσται, καί μοι διασαφήσατε. ἔρρωσθε. καὶ αὐτῶι δὲ τῷ Πετεσοκονούρει γέγραφα τὴν συνεσφραγισμένην ἐπιστολήν …τοῖς ἐξ Ἄρεως κώμης γεωργοῖς.