Ancient Greek
P.Tebt. 3 727 Vo
Documentary Papyri, P.Tebt. 3.1 727
Not analysed yet
τῆι κα τοῦ α τοῦ Παῦνι ἐνεστῶτος μηνὸς παρα… σεν…ρ…ος με…ιος τοῦ Παῆτος καὶ Τεσενούφιος …ισ…ος διʼ ἐμοῦ ἀρθῇ ὁ κεκαθαρμένος αὐτῶν σῖτος ἐπὶ τῶν αὐτοῦ ἅλων εἰς τὸν βασιλικὸν θησαυρόν, καὶ ἐμοῦ καταβάντος ἐπὶ τόπους καὶ μετρήσαντος τὸν σῖτον ἀνὰ ἀρουρῶν ια ἀρτάβας λη 𐅵καὶ τα… συναποστείλαντος αὐτοῖς Νεχθνῖβιν τὸν υἱόν μου καταστῆσαι εἰς τὸν θησαυρὸν ἀπεβιάσαντο αὐτὸν καὶ ἀπήνεγκαν αὐτοῦ τ…ν νο πυροῦ ἀρτάβας κδ 𐅵. οἱ δὲ αὐτοὶ τυγχάνουσι τῆι θ τοῦ αὐτοῦ μηνὸς ἠρκότες ἄνευ ἐμοῦ μίαν ἁλωνιείαν, ὑπὲρ ὧν ἔγραψά σοι ἐπιστόλιον τ…ωρ… Πνεφερῶτι ι…ρ… καὶ τὴν ὑπάρχουσαν ἁλωνιείαν ἅπασαν …ἀναληφθ… ε… ἐξελίκμωσεν ὁ Σοκονοῦπις ὁ κωμ α…ο…, διὸ ἀγνοεῖν με τὸν ἐκ ταύτης γεγενημένον πυρόν. ἔτους κα Παῦνι β….