Ancient Greek
P.Tebt. 3 734
Documentary Papyri, P.Tebt. 3.1 734
Not analysed yet
ἀνείληπται ἔτους κθ Παχὼν η. Ἀπολλωνίωι ἐπιμελητῇ. Φανήσιος κωμογραμματέως Κοιτῶν πεπομφότος μοι τὴν ὑποτεταγμένην ἐπιστολὴν καθʼ ἣν ἀποφαίνει τοὺς ἐκ τῆς Δίννυος βασιλικοὺς γεωργοὺς ἀντιλέγοντας τῆι προσαγομένηι ὑπʼ αὐτοῦ γῆι ἐξ ὁμολόγου συμπεπεικέναι προσδέξασθαι τὴν ἀντιλεγομένην, ἀναγκαῖον ἡγησάμεθʼ εἶναι προσανενεγκεῖν ἵνʼ, ἐὰν φαίνηται, συντάξηις προνοηθῆναι τῆς τῶν ἐκφορίων εἰς τὸ βασιλικὸν παραδόσεως. ὑπέταξα τὴν ἐπιστολήν. Πτολεμαίωι ἐπιμελητῇ. Φανῆσις κωμογραμματεὺς Κοιτῶν προσενήνεκται διʼ ἧς πέπομφεν ἡμῖν ἐπιστολῆς τινας τῶν ἐξ Ἀρσινόης ἐν ὑπεροχῆι ὄντων γεωργοῦντας τοὺς περὶ τὰς αὐτὰς κώμας τῶν περὶ αὐλὴν κατοίκων …υς… εἰς τὸ βασιλικὸν δυσ…τας