Ancient Greek
P.Tebt. 3 741
Documentary Papyri, P.Tebt. 3.1 741
Not analysed yet
Ἀλέξανδρος Φίλωνι χαίρειν. τῆς πρὸς Ἀνίκητον τὸν παρʼ ἡμῶν ἐπιστολῆς ὑπόκειταί σοι τὸ ἀντίγραφον. καλῶς οὖν ποιήσεις καὶ σὺ συντάξας μὴ περισπᾶν τοὺς ἀνθρώπους μέχρι τοῦ ἐπιβαλόντας ἡμᾶς ποιήσασθαι τὴν ἁρμόζουσαν ἐπιστροφὴν ὑπὲρ ὧν δηλοῦσιν. ἔρρωσο. ἔτους ιθ Φα… Ἀνικήτωι. τοῦ δεδομένου ἡμῖν ὑπομνήματος παρʼ Ἀμμωνίου τοῦ σιτολογοῦντος Βουβάστον τῆς Ἡρακλείδου μερίδος τὸ ἀντίγραφον ὑπόκειται. δοθήτωσαν τοῖς διασαφουμένοις αἱ πίστεις καὶ γινέσθωσαν πρὸς τῆι ἐγκεχειρισμένηι χρείαι μέχρι τοῦ ἐπιβαλόντας ἡμᾶς ἐπὶ τοὺς τόπους τὴν προσήκουσαν ἐπιστροφὴν ποιήσασθαι ὑπὲρ ὧν διασαφοῦσι. …Ἀλεξάνδρωι ἐπιμελητῆι παρʼ Ἀμμωνίου τοῦ σιτολογοῦντος Βουβάστον τῆς Ἡρακλείδου μερίδος. ……ντος οι… …ην τὴν εἰσδεδεγμένου πλήθους π… ἐπέδωκεν ὑπόμνημα Βάκχωνι τῶι διοικητῆι ἐπαγγέλλων ἑαυτὸν προσοφειληκότα πρὸς τὸν ……ἔτους τὰς Βφ ἀρτάβας τῶν πυρῶν διʼ οὗ διεσάφει …ν ἀπό τε κενῶν εἰσδοχῶν καὶ ἄλλων συκοφαντιῶν πυρῶν ἀρτάβας Ε, οἰόμενος ἀπολυθήσεσθαι τοῦ ὀφειλήματος …ἀρχιφυλακίτηι Φίλωνι. Αρεσονο