Ancient Greek
P.Tebt. 3 750
Documentary Papyri, P.Tebt. 3.1 750
Not analysed yet
Ἀδάμας Διονυσίωι χαίρειν. οὐ μετρίως προσενήνεκταί μοι Πτολεμαῖος ὑπὲρ τῆς λογείας ὀμόσας Ψενεμμοῦτι καὶ Διονύσωι καὶ Ἀριστάνδρωι τοῖς κεχειρογραφηκόσι παραστήσειν πορεῖα ρ, εὐθύνοντες δὲ …τῆι χειρογραφίαι καὶ κινδυν…ι …ἔχοντες εἰς …οσ…άτωσαν τὴν καταγωγήν. εἰ μὲν ἔτι οἱ θεοὶ ἵλεῳ αὐτοῖς εἰσιν παραστησάτωσαν καὶ ἐξαράτωσαν τὰ ἐν τῶι θησαυρῶι σιτάρια, μόλις γὰρ ἐξιλάσονται τὸν ἄνθρωπον· Πετοσῖριν δὲ καὶ τὸν ἀδελφὸν αὐτοῦ εἰ οἴονται ὑπὸ τὴν Ἱππάλου σκέπην ὄντας …πορεῖα, μωρὰ φρονοῦσιν ?. ἐπιγνώτωσαν ὅτι Πτολεμαῖος Ἑρμοκράτους ἐπιμένει ἕως ἂν ἀποδόμενος αὐτῶν τιμὴν ἔχηι τὰ πορεῖα. ἔρρωσο. ἔτους ιη Ἐπεὶφ …γέγραφα δὲ δοῦναι τῶι …ε… πυροῦ κ καὶ τῆι ὑπηρεσίαι πυροῦ α, γίνονται κα. …Πτολεμαίου