Ancient Greek
P.Tebt. 3 753
Documentary Papyri, P.Tebt. 3.1 753
Not analysed yet
Ἡρόδωρος Ἀδάμᾳ χαίρειν. ἐμοῦ συναποδεδημηκότος Ἀμμωνίωι εἰληφότες τὰ ἐξ Ὀξυρύγχων πορεῖα ὡς κατάξαντες τὸν ἐκ τοῦ Ἰβιῶνος πυρὸν …γέφυραν πεπτωκυῖαν ἐπεστρέψαμεν εἰς Ὀξύρυγχα ἀργοῦντες. οὐκ ἠδυνάμην δὲ ἀποσχισθῆναι ἀπὸ Ἡρακλείδου τοῦ ἀναβῆναι διὰ τὸ λέγειν αὐτὸν πορεύσεσθαι ἡμᾶς εἰς Καμείνους παρα …εραις …ν…ου εἴσλαβε ἀρτάβας κριθῆς, ἔτι δὲ καὶ νῦν ἐξαπόστειλον τὸν ἐσόμενον ἐνταῦθα, ὅπως καὶ αὐτὸς πλεύσας εἰς τοὺς περὶ Θεογονίδα καὶ τὰς ἄλλας φροντίσω ὑπὲρ τοῦ κλήρου. ἔρρωσο. ἔτους θ Θωὺθ ιβ. Ἀδάμαι.