Ancient Greek
P.Tebt. 3 771
Documentary Papyri, P.Tebt. 3.1 771dupl
Not analysed yet
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῆι θεοῖς …χαίρειν Πετεσοῦχος Πετῶτος βασιλικὸς γεωργὸς τῶν ἐξ Ὀξυρύγχων τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. κατοικῶ μὲν ἐν Κερκευσίρει τοῦ αὐτοῦ νομοῦ, ὑπαρχούσης δέ μοι ιη λέληπται πατρικῆς οἰκίας ἐν τῆι προγεγραμμένηι κώμηι Ὀξυρύγχοις καὶ ταύτης τοῦ πατρὸς κεκρατηκότος ἐφʼ ὅσον χρόνον περιῆν καὶ ἐγὼ μετὰ τὴν ἐκείνου τελευτὴν ἕως τοῦ νῦν οὐδεμιᾶς διαμφισβητήσεως γινομένης, Στρατονίκη δὲ Πτολεμαίου τῶν κατοικούντων ἐν Κροκοδίλων πόλει τοῦ προδεδηλωμένου νομοῦ, κακοσχολοῦσα καὶ διασείειν με βουλομένη, ἐπιπορευομένη μετʼ ἄλλων ἐπὶ τὴν διασαφουμένην οἰκίαν εἰσβιάζεται πρὸ κρίσεως καὶ εκ… ἐν τῆι κώμηι περὶ τοῦ τ… θαι τὴν οἰκίαν προσπορευομένη καὶ ἀντιποιουμένη αὐτῆς παρὰ τὸ καθῆκον. δέομαι ὑμῶν τῶν μεγίστων θεῶν, εἰ ὑμῖν δοκεῖ, ἀποστεῖλαί μου τὴν ἔντευξιν ἐπὶ Μενεκράτη τὸν ἀρχισωματοφύλακα καὶ στρατηγόν, ὅπως ἐπιτρέπηι τῆι Στρατονίκηι μὴ εἰσβιάζεσθαι εἰς τὴν οἰκίαν, εἰ δέ τι οἴεται ἀδικεῖσθαι, λαμβάνειν παρʼ ἐμοῦ τὸ δίκαιον ὡς καθήκει. τούτου δὲ γενομένου, ἔσομαι βεβοηθημένος. …εὐτυχεῖτε.