Ancient Greek
P.Tebt. 3 782
Documentary Papyri, P.Tebt. 3.1 782
Not analysed yet
Χαιρήμονι τῶν διαδόχων καὶ ἐπιμελητῆι παρʼ Ἡλιοδώρου τοῦ Ἀπολλωνίου τῶν ἐκ Κροκοδείλων πόλεως. γεωργοῦντός μου βασιλικῆς γῆς περὶ Βουβάστον ἀρούρας νε 𐅵δ, ὧν ἐκφόριον ἐκ τοῦ ἐπιβάλλοντος ἀνὰ δ 𐅵ιβ ἀρτάβαι σνδ 𐅵γ ιβ, καὶ γενομένου μου διὰ νυκτὸς καὶ ἡμέρας περὶ τὸν τούτων ποτισμὸν χάριν τοῦ γεγονότος περὶ τὴν κώμην ἐκρήγματος πρὸς τὸ μὴ ἐκπεσεῖν τοῦ δέοντος καιροῦ, Ζήνωνος δέ τινος κακοσχολοῦντος παρεπιδημοῦντος δʼ ἐν τῆι αὐτῆι μοι Κροκοδίλων πόλει δόντος κατʼ ἐμοῦ τοῖς ἐπὶ τῶν τόπων κρίνουσιν τά τε βασιλικὰ καὶ ἰδιωτικὰ …ω…ε…ω… βουλόμενος …μενου ἐν φυλακῆι …διὸ ἀξιῶ συντάξαι γράψαι …τυ… τούτου δὲ γενομένου οὐθὲν τῶν τῶι βασιλεῖ χρησίμων παραλειφθήσεται. εὐτύχει. ἔτους …Ἑριεμούνει. ἀναζήτησον εἰ …καὶ ταῦτά ἐστι ἀληθῆ. …Θοώνει. κατάστησον. …Σοκμήνει. Θοων… ἐπιστάτῃ Θοώνει.