Ancient Greek
P.Tebt. 3 784
Documentary Papyri, P.Tebt. 3.1 784
Not analysed yet
…βαλανεῖον μετὰ ἄλλων ἱκανῶν ᾤχηται ἔχων τὸ ἱμάτιον. διὸ ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι γράψαι ὧι καθήκει μεταπέμψασθαι αὐτὸν ἐπὶ σὲ ὅπως ἐν τῶι συνεδρίωι ἐπιπληχθῆι περὶ τούτων, ἀπὸ δὲ τῆς ἐπιπλήξεως κωλύσηις ἑτέρους τὸ ὅμοιον ἐπιτηδεῦσαι. τούτου δὲ γενομένου ἔσομαι τετευχὼς τῆς παρὰ σοῦ ὀξείας ἀντιλήψεως. εὐτύχει.