Ancient Greek
P.Tebt. 3 787
Documentary Papyri, P.Tebt. 3.1 787
Not analysed yet
Φανίαι τῶν πρώτων φίλων καὶ στρατηγῶι παρὰ τῶν ἐξ Ὀξυρύγχων τῆς Πολέμωνος μερίδος βασιλικῶν γεωργῶν. τῆς προγεγραμμένης κώμης οὔσης ἐν τῆι παρορίωι καὶ διὰ τοῦτο συμβάντος μὴ ἔχειν ἡμᾶς ἐν τῶι θέρει τὸ ἱκανὸν ὕδωρ ἑαυτοῖς τε καὶ τοῖς κτήνεσι, ἀλλʼ ἀπὸ τῶν πηγῶν ὑδρευόμεθα ἕως Ἐπεὶφ λ, καὶ ἐν τῆι ἀναβάσει τοῦ ὕδατος βραδέως ἀφικνεῖσθαι ἐπὶ ἡμέτερα πεδία ἃ εἰς μηδεμίαν ἀρετὴν …ατων καὶ ἐξ ἑτέρων ὡσεὶ …ἐτῶν δεκατεσσάρων ἐπισπᾶσθαι καθʼ ἕτος …ἐπὶ τὴν καταλελειμμένην γῆν τὴν περὶ τὴν κώμην καὶ ἐν ἐγδείαι γίνεσθαι ἡμᾶς ἐκ τῆς προγεγραμμένης αἰτίας, ἐν δὲ τῶι …ἔτει ἐλπίδα ἔχοντες τῆς σῆς ἀντιλήψεως …μεν ἑαυτοὺς καὶ πᾶσαν κακοπαθίαν ἀνεχόμενοι ἐπανειλόμεθα τὴν γῆν καὶ κατεσπείραμεν ἐν τοῖς δέουσιν καιροῖς. τῆς δὲ συνκομιδῆς τῶν γενημάτων ἐνεστηκυίας καὶ ἡμῶν περὶ ταύτην γινομένων εἰς τὸ δεόντως ἀπομετρῆσαι τὰ ἐκφόρια εἰς τὸ βασιλικόν, Ἀπολλώνιος ὁ …ος παραγενηθεὶς καὶ ἐπισκεψάμενος… ἀγνοοῦμεν …νικ…αυ …τοὺς πρεσβυτέρους ἡμῶν χ… …ε κατασπερεῖν ἄρουρας δύο ,ἃς καὶ ……ποτιεῖν διʼ ἡμέρων τριῶν ,ἡμῶν καθὰ προγεγράφαμεν μὴ ἐχόντων ὕδωρ περὶ τὴν κώμην, ἀλλὰ ἀπὸ τῶν πηγῶν ὑδρευόμεθα· ὥστε προορώμενοι μήποτε τοῦ σπέρματος διὰ ἀβροχίαν μὴ φυέντος δόξωμεν παρεωρακέναι τι τῶν καλῶς ἐχόντων τοῖς πράγμασιν καὶ …ντες τῆι κατασπορᾶι διὰ τὸ μὴ οἷς ἔδει γένεσιν ἐσπάρθαι ἠναγκάσμεθα φόβωι τοῦ ἀπαραιτήτου Ἀπολλωνίου καταφυγεῖν εἰς τὸ ἐν Ἰβιῶνι τοῦ Διὸς ἱερόν. ἀξιοῦμέν σε, ἐὰν φαίνηται, ἀντιλαβόμενον ἡμῶν συντάξαι γράψαι …περὶ τῆς κατασπορᾶς τ… …τος ἀλλʼ ἐᾶν ἃ περίεστι τοῖς …τῶν γενημάτων ……τούτου δὲ γενομένου δυνησόμεθα τῶι βασιλεῖ τὰ καθήκοντα συντελεῖν καὶ τευξόμεθα τῆς παρὰ σοῦ βοηθείας. εὐτύχει.