Ancient Greek
P.Tebt. 3 792
Documentary Papyri, P.Tebt. 3.1 792
Not analysed yet
Ἀσκληπιάδει τῶν ὁμοτίμων τοῖς συγγενέσι καὶ ἐπὶ τῶν προσόδων παρὰ Πετεσούχου τοῦ Πετῶτος κωμάρχου καὶ τῶν μετʼ αὐτοῦ βασιλικῶν γεωργῶν τῶν ἐξ Ὀξυρύγχων τῆς Πολέμωνος μερίδος. ἐπεδώκαμέν σοι ἕτερον ὑπόμνημα περὶ τοῦ γράψαι Ἀσκληπιάδει τῶι τῶν τόπων ἀρχισιτολόγωι προσδέξασθαι ἡμῖν εἰς τὰ ὀφειλήματα καλάμου Ἑλληνικοῦ ἀρτάβας σ. οὗ καὶ γεγενημένου ταύτας τε καὶ τὰ ἕτερα δάνεια εἰς τὰ σπέρματα τῆς βασιλικῆς γῆς προσέταξας πέμψαι εἰς τὴν γῆν. νῦν δὲ ὁ Ἀσκληπιάδης παρὰ τὰ ὑπὸ σοῦ ἐπεσταλμένα …εὐτύχει.