Ancient Greek
793.4.5 to 793.8.15
Documentary Papyri, P.Tebt. 3.1 793.4.5-793.8.15
Not analysed yet
τούτου γὰρ γενομένου τευξόμεθα τῶν παρὰ σοῦ εὐγνωμόνων. εὐτύχει. Μικίων Ἀλεξάνδρωι χαίρειν. τοῦ δοθέντος μοι ὑπομνήματος παρὰ τῶν ὀγδοηκονταρούρων τῶν περὶ τὸν Ἀργαίου Ἰβιῶνα ἀντίγραφον προτετάχαμέν σοι …τὴν ἀδικίαν …γράψας το…κωι παρα… …ς ὅ τι ἀξιοῦσιν. …τοῦ δοθέντος μοι προσαγγέλματος παρὰ τῶν ἐκ Φιλωτερίδος ἐφόδων ἀντίγραφον ὑποτετάχαμεν ὅπως εἰδῆις. …ι κωμογραμματεῖ παρὰ τῶν ἐκ Φιλωτερίδος ἐφόδων …δομ…ον πορείων …εμοντα… ὑπὸ τοῦ τελώνου καὶ τῶν ε… φυλακιτῶν …ἐξαγαγόντας τοὺς ὄνους νῦν …τη…ες καὶ ἐξιχνιάζοντας παρὰ Τεῶτι …αιτη… σαν παραδοῦναι ἡμῖν αὐτοὺς …ἐπὶ Πτολεμαῖον τὸν στρατηγὸν καθ…ωνταφ… α…η…ντες καταστῆσαι ε… …τους τῶν παρʼ ἡμῶν συνστρατιωτῶν …πε… …ἔτους κβ Φαμενὼθ ……κόνδυ χαλκοῦν α καὶ ἐν ἄλλῃ καινὸν ὀθόνιον, …ἐν ἄλλῃ ὁμοίως ὀθόνια δύο …κλίνη σπαρτότονος μυρικίνη …κελλίβας καὶ ἄβαξ α, κρέαγρα καὶ ἐπὶ τοῦ δώματος ἐλαιῶν κεράμια β, …ταινίας ζ, πο μυρίκινα …ἐλαίνας ϛ, πο ὁμοίως …τριπόδιον α, καὶ ἐν σιρῶι τ… δ, πο γ ἀχάρακτα ἕκαστα ἄξια …τὸ ταμιεῖον παρεδώκαμεν Διογένει φυλακίτηι τῶι προγεγραμμένωι. Φαμενὼθ κγ. Ἁρμάι τοπογραμματεῖ. τῶν δεδομένων μοι προσαγγελμάτων τῆι β… τοῦ ἐνεστῶτος μηνὸς παρὰ Τίμωνος ἡγεμόνος τῶν ἀπὸ τῆς Ἀσίας καὶ Φανήσιος ὀνηλάτου τὰ ἀντίγραφα ὑποτέταχα ὅπως εἰδὼς ποιήσῃ τὴν προσήκουσαν ἐπιστροφήν. Ὥρωι κωμογραμματεῖ παρὰ Τίμωνος ἡγεμόνος τῶν ἀπὸ τῆς Ἀσίας. νυκτὶ τῆι φερούσηι εἰς τὴν β… τοῦ Φαμενὼθ τοῦ ἐν τῶι κβ ἔτει ὑπερβάντες τινὲς εἰς τὴν Φανήσιος τοῦ ὀνηλάτου ἐξήλασαν ὄνον μέλανα ὃν ἐμεμισθώκειν Φανήσει καὶ τῶι τοῦ Φανήσιος υἱῶι, ὃν καὶ ἐτιμησάμην Φανήσει καὶ τῶι υἱῶι ταλάντου α. ἀξιῶ σε κατατάξαι μου τὸ προσάγγελμα ἐν χρηματισμῶι. …Σατύρου προσκεφάλαια δύο ,ἀνάβαθρον καινὸν …Εὐκλείους θηρατικὰ ἀκόντια τρία ,Ἀμεννέως …Τάσιτος ὁρμίσκος, Σεντάιος χιτὼν α καινο… ἄλλο παρὰ Ἡρακλείδου. τῆι φερούσηι εἰς τὴν …τοῦ Ἐπεὶφ τοῦ κβ ἔτους ὑπερβάντες τινὲς ἐπὶ τῆς Πτολεμαίου οἰκίας ἐν ἧι οἰκῶ, ὑπαρχόντων μοι πορείων δύο ,τοῦ κρατίστου αὐτῶν ε… ω…φ…ειω…ενυτον ὃ τιμῶμαι χαλκοῦ ταλαντ …τοῖς δὲ φυλακίταις ἐπιδέδωκα προσαγγελίαν. …ἄλλο παρὰ Στρατονίκης τῆς Ἀλεξάνδρου. ἐνστησαμένης μου ἐν τῆι λεγομένηι Φιλονίκου οἰκίαι ἐφʼ οὗ ἦν δεδιγμ… ὠνίου ἐφʼ ἧς ἦσαν προϋφασμένοι πήχεις …ἄξιοι δραχμῶν χιλίων ,ἐπελθόντες τινὲς ε… εἰς τὴν οἰκίαν τῆι νυκτὶ τῆι φερούσηι εἰς τὴν κα τοῦ Ἐπεὶφ ἔκλεψαν. προσαγγέλλω οὖν σοι ὅπως οἴσεις μου τὸ προσάγγελμα ἐν χρηματισμῶι.