Ancient Greek
P.Tebt. 3 805
Documentary Papyri, P.Tebt. 3.1 805
Not analysed yet
Πετεσούχωι κωμάρχηι Ὀξυρύγχων παρὰ Πτολεμαίου τοῦ Πα…ειτου βασιλικοῦ γεωργοῦ τῶν ἐκ τῆς αὐτῆς. μισθώσαντός μου Πετεσούχωι Τεῶτος τῶν ἐκ τῆς αὐτῆς κώμης ἀφʼ ἧς γεωργῶ περὶ τὴν κώμην βασιλικῆς γῆς ἀρούρας γ δ η εἰς τὸ δ ἔτος ἐκφορίου τὴν ἄρουραν ἑκάστην χαλκοῦ ταλάντων ε ἐφʼ ὧι σπερεῖ σκόρδωι κατὰ συνγραφὴν μισθώσεως Αἰγυπτίαν, διαστησαμένου μου πρὸς αὐτὸν ἐφʼ ὧι ἀποδώσειν μοι ἕως τῆς λ τοῦ Φαμενὼθ τοῦ δ ἔτους ἢ ἀπομετρήσειν ὑπὲρ ἐμοῦ εἰς τὸ βασιλικὸν εἰς τὰ ἐκφόρια τῆς γῆς τοῦ ὑπολειφθησομένου χαλκοῦ πυρὸν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμῶν ψ, τοῦ δʼ ἐνκαλουμένου Πετεσούχου Τεῶτος …Πετεσούχωι κωμάρχηι Ὀξυρύγχων.