Ancient Greek
P.Tebt. 3 808
Documentary Papyri, P.Tebt. 3.1 808
Not analysed yet
……κλῆρος ἀνειλημμένος δὲ εἰς τὸ βασιλικόν, βορρᾶ Θεοδώρου φυλακιτικὸς κλῆρος, λιβὸς γῆ βασιλικὴ ἣν γεωργεῖ …ισ…μαιος, ἀπηλιώτου Φ…αιο…εσύμιος, καὶ ἀπέχω παρʼ αὐτοῦ τὸ κάτεργον τῆς γῆς καὶ τὰ ἀνηλώματα. ἐπιδίδωμι οὖν σοι τὸ ὑπόμνημα ὅπως μεταθῇς τὰς γ ἀρούρας εἰς τὸ τοῦ Πτολεμαίου ὄνομα ἐν τῆι τοῦ αὐτοῦ ἔτους διαγραφῆι τοῦ σπόρου καὶ τῆι κατὰ φύλλον γεωμετρίαι διὰ τῶν εἰθισμένων, ὡς καθήκει. ἔτους λ Χοίαχ ιθ. Μύσθης παραχωρήσω τὰς τρεῖς ἀρούρας τῆς γῆς ὡς πρόκειται. …