Ancient Greek
815.Fr2r2.5 to 815.Fr2v1.8
Documentary Papyri, P.Tebt. 3.1 815.Fr2r2.5-815.Fr2v1.8
Not analysed yet
ἑκάστην ἄρουραν η 𐅵ἄνευ σπέρματος, τούτου τὸ ἥμισυ, καὶ καταστῆι μηνὶ Δύστρωι τὰ ἐκφόρια. μισθὸς δραχμὴ α. συγγραφοφύλαξ Κλεώνυμος. ιϛ. ὁμολογεῖ Ἀπολλωνίδης Ἀπολλωνίου Αἴνιος Ἀπολλωνίωι Διονυσίου Κυρηναίωι τῆς ἐπιγονῆς προσδεδέχθαι τὸ ἔργον τὸ ἐπιβάλλον αὑτῶι καὶ προσκαθαρ…τατ… τοῦ παραδείσου τοῦ Ἡρακλείδου ἐπὶ ἀριστερᾶς, καὶ τὸ πρόδομα ἀπέχει παρὰ Ἀπολλωνίου τὰς δραχμὰς ι. μισθὸς τετρώβολον συγγραφοφύλαξ ιζ. ἐδάνεισεν Μουσαῖος Σίμωνος Ἰουδαῖος τῆς ἐπιγονῆς Λασαίτηι Ιζι…ιος Ἰουδαίωι τῆς ἐπιγονῆς χαλκοῦ ἰσονόμου δραχμὰς ρη τόκου δραχμὰς β κατὰ μῆνα …Λασαίτης …οις …ωτουμ…ν…ε… …ιδ…ιωι. συγγραφοφύλαξ Δωσίθεος μισθὸς τετρώβολον …ε… ιη, ιθ· οὐθέν. κ· οὐθέν …κα. ὁμολογεῖ Νικαία Ἀμύντου Μακέτα μετὰ κυρίου …τοῦ Βιζώνους Θρᾳκὸς τῆς ἐπιγονῆς Στρουθῶι …καὶ Φιλαστερίωι Εὐκράτους Πέρσηι …παρὰ τοῦ Στρουθοῦ περὶ ὧν πάντων ἐπέδωκεν ἐντεύξεις δραχμῶν κ ἕως μηνὸς Πανήμου τοῦ …ἔτους μισθὸς δραχμὴ α. συγγραφοφύλαξ Μένανδρος. κβ. ἐμίσθωσεν Τροχινίδης Βοιώτιος τοῦ ἀγήματος καὶ τῆς δ ἑκατοντάρουρος Πτολεμαίωι Δημητρίου Πριηνεῖ τῆς ἐπιγονῆς ἀπὸ τοῦ αὑτοῦ κλήρου οὗ ἔχει περὶ κώμην Λαγίδα γῆς ἀρούρας ι ἐκφορίου ἑκάστην ἄρουραν πυροῦ β ἄνευ σπέρματος ἀκίνδυνον πάσης φθορᾶς εἰς ἔτη γ· ἐπιγεωργείτω τοῦ αὐτοῦ ἐκφορίου …μισθὸς δραχμὴ α. συγγραφοφύλαξ …κ, κγ· οὐθέν …ὃ ὑπολογήσει ἐκ τῶν φόρων τῶν καθʼ ἡμέραν. ἔγγυος τῶν κατὰ τὴν συγγραφὴν εἰς ἔκτεισιν Πτολεμαῖος Δωρίωνος Κρὴς τῆς ἐπιγονῆς. μισθὸς δ πεντώβολον. συγγραφοφύλαξ Πτολεμαῖος κληροῦχος. κδ. ἐμίσθωσεν Καλλισθένης Πολέμωνος Μακεδὼν Παρμένοντι Ἀλεξάνδρου Μήδωι τῆς ἐπιγονῆς ἀπὸ τοῦ Χαμίδου κλήρου οὗ καὶ αὐτὸς μεμίσθωται κατὰ συγγραφὴν μισθώσεως τὴν κειμένην κυρίαν παρὰ συγγραφοφύλακι Φανίαι κληρούχωι γῆς ἀρούρας ξ τέσσαρας περὶ κώμην Ἀπολλωνιάδα ἐκφορίου πυροῦ π, ἃς καὶ ἀπέχει, καὶ δώσει αὐτὴν κατεσπαρμένην. συγγραφοφύλαξ μισθὸς δραχμὴ α. Θευδόσιος Ἀλεξάνδρου. ……εἰς ἔτος α. …κε. ἐμίσθωσεν Τροχινίδης Βοιώτιος …Ἄραβι β…αρωι τὸν παράδεισον τὸν ὄντα ἐν τῶι ἰδίωι κλήρωι ὃν ἔχει ἐκ βασιλικοῦ περὶ κώμην Λαγίδα φόρου τοῦ παντὸς χαλκοῦ ἰσονόμου δραχμῶν ξ, δώσει δὲ καταβολαῖς γ ἀπὸ μηνὸς Ἐπεὶφ τοῦ …ἔτους κατὰ μῆνα ἕκαστον δραχμὰς κ, τὰ δὲ εἰς τὸ βασιλικὸν …τὴν ἕκτην αὐτὸς τάξεται, παραδώσει δὲ ἐξαιρέτων ἐλαιῶν χοίνικα α …καὶ φοίνικα ἐξαίρετον ὃν ἂν …χαράδριον ἐδάνεισεν Ἀντιφάνης Δωρίωνι Ἀπολλωνίου Ἀριμεναίωι χαλκοῦ ὀφθαλμοφάνους δραχμὰς ρ ἕως μηνὸς Δύστρου Αἰγυπτίων Παχὼς τοῦ αὐτοῦ. τάξονται καταβολαῖς γ, τοῦ μὲν Ἁθὺρ δραχμὰς μ,