Ancient Greek
815.Fr4r1.38 to 815.Fr5r.25
Documentary Papyri, P.Tebt. 3.1 815.Fr4r1.38-815.Fr5r.25
Not analysed yet
ἐμίσθωσεν Πτολεμαῖος Δημητρίου Πριηνεὺς τῆς ἐπιγονῆς …πει Ἁρμαίου Ἀρσινοίτηι γεωργῶι ἀπὸ τοῦ Τροχινίδου κλήρου οὗ ἔχει ἐκ βασιλικοῦ περὶ κώμην Λαγίδα γῆς ἀρούρας α… …ἐκφορίου ἑκάστην ἄρουραν χαλκοῦ δραχμῶν ια ὀβολῶν δ 𐅵ἀκίνδυνον καὶ ἀνυπόλογον καθὰ καὶ αὐτὸς μεμίσθωται κατὰ συγγραφὴν μισθώσεως τὴν κειμένην κυρίαν παρὰ συγγραφοφύλακι Ἀντιφάνηι. ὀβολοὶ δ 𐅵. συγγραφοφύλαξ Ἀντιφάνης ἑκατοντάρουρος. ιδ· οὐθέν. ἐμίσθωσεν Κλ…θεου Σάμιος τῶν Μενελάου πρώτων …καὶ δ ἱππαρχίας ἑκατοντάρουρος Ἀμεινοβίωι Ἀμεινοβίου Κυρηναίωι τῆς ἐπιγονῆς τὸν αὑτοῦ κλῆρον ὃν ἔχει ἐκ βασιλικοῦ περὶ κώμην Φιλαγρίδα ἐκφορίου τοῦ παντὸς ἀπὸ μηνὸς Ἀρτεμισίου α πυρῶν ἀρταβῶν τ ἄνευ σπέρματος ἀκίνδυνον καὶ ἀνυπόλογον εἰς ἔτ …ἀπὸ …κ ἐφʼ ὧι ε… τὸν πρῶτον σπόρον τὸν ε…τ… σπερ…, ἀναπαυσάτω δὲ …ἢ χόρτωι ἢ ἀράκωι ἢ …τωι ἢ …ὧι ἂν βούληται ,ἐὰν δὲ μὴ …σηι καθὰ συγγέγραπται, ἀποτεισάτω χωρὶς τοῦ ἐκφορίου ἑκάστην ἄρουραν ἀνὰ χαλκοῦ ἰσονόμου δραχμὰς ι. μισθὸς δραχμὴ α ὀβολοὶ δ 𐅵. συγγραφοφύλαξ Ἀντιφάνης ἑκατοντάρουρος. …Πτολεμαῖος ἐτῶν λ μέσος μεγέθει μελίχρως κλαστόθριξ σπανοπώγων. Θευξένα ὡς ἐτῶν κ μέση μεγέθει λευκόχρως οὐλὴ τῆι σιαγόνι τῆι δεξιᾶι. …Πανήμου Ἁθὺρ α. ἐμίσθωσεν Παρμένων Μακεδὼν τῶν οὔπω ὑπὸ ἱππάρχην ἑκατοντάρουρος Ἀνδρονίκωι Βασιλείδου Κυρηναίωι ἀπὸ τοῦ αὑτοῦ κλήρου οὗ ἔχει περὶ κώμην Φιλοπάτορα τὸ ἥμισυ, ἐκφορίου ἑκάστην πυροῦ γ ἄνευ σπέρματος ἀκίνδυνον πάσης φθορᾶς, τῶν …ων ……καρπῶν κυριεύσεται Παρμένων …συγγραφοφύλαξ δραχμὴ α. Ἀγάθων ἑκατοντάρουρος. ἐμίσθωσεν Τρύφων Ἀναξιμένους Α… τῆς ἐπιγονῆς Σίμωνι Ἀντιπάτρου Πέρσηι τῆς ἐπιγονῆς καὶ Ζηνοδότωι Χαριδήμου Θρᾳκὶ τῆς ἐπιγονῆς ἀπὸ τοῦ κλήρου ἑκατονταρούρου οὗ ἔχει περὶ κώμην Κερκεοσεῖριν γῆς ἀρούρας κζ ὁπόσαι ἂν γένωνται ἐκ γεωμετρίας, ὧν ὅρια ἀπὸ βορρᾶ ο…ρος, ἀπὸ λιβὸς τὸ …ρ…μα τοῦ …του κλήρου, ἀπὸ ἀπηλιώτου …,ἀπὸ νότου τὸ χέρσον τοῦ κλήρου, καθὰ εσ…ι Τρύφων τῶν …ων παρα… εἰς τὸ βασιλικὸν …σεται δραχμὰς ι, ἐκφορίου ἑκάστην ἄρουραν πυρῶν ἀρταβῶν ε 𐅵ἄνευ σπέρματος, κόψουσιν δὲ τὸν πυρὸν καὶ δώσουσιν καθʼ ὥραν καθʼ ἣν συντάσσει Τρύφων τοῦ κϛ ἔτους καὶ καταστήσουσιν πρὸς θησαυρὸν εἰς Ἀλεξάνδρειαν, ἐὰν δὲ μὴ κόψωσιν ε…ν εκ…ις δραχμ ι, ὁσάκις ἂν βούλωνται, σπέρμασιν οἷς ἂν θέλωσι χωρὶς σησάμου.