Ancient Greek
815.Fr6r2.32 to 815.Fr6r3.75
Documentary Papyri, P.Tebt. 3.1 815.Fr6r2.32-815.Fr6r3.75
Not analysed yet
ιζ. ἐμίσθωσεν Νικάνωρ Ἀλεξανδρεὺς τῶν οὔπω ἐπηγμένων εἰς δῆμον Ἀμμωνιέα …τῶν Μενελάου πρώτων καὶ ἑκατοντάρουρος Ἀπολλωνίωι Ἐπι…κου Θρᾳκὶ τῆς ἐπιγονῆς …εἰς τὸ βασιλικὸν καθήκοντα …δώσει καὶ ἕξει ἐξαίρετα …σταφυλῆς μνᾶς μ… φοίνικα δὲ ξηρὸν ὃν βούλεται …π… καρπῶν χοίνικας ιβ, ἐλαιῶν ἀρταβ …τῶν γενομένων πάντων τὸ ἥμισυ, τῆς δὲ …καλάμους δισχιλίους . ἔστω δὲ καὶ ε…κ…νοσο… τὰ δὲ τείχη παρέξεται ἐχυρὰ καθʼ ἕκαστον καθότι α… …αι ἐπισκευαζέτω ἐκ τοῦ ἰδίου, οὗ δʼ ἂν ἐπισκοπῶν ……σεται δὲ πα…οις καὶ τὸ τεῖχος τοῦ ἀποδοχίου κα… …ρος φυτευσάτω δὲ καθʼ ἕκαστον ἔτος ἃ ἂν α…ι φυτὰ …συντάξεται ζωοφυτοῦντα καὶ τὰ χώματα ἀναβαλεῖ καθὰ …τ…ει καὶ τὸ κτῆμα ἐπισκάψει καὶ παραδείξει καθαρὸν ἀπὸ θρύου καὶ καλάμου καὶ πάσης βάτου δε…ν, ἕξει δὲ τῶν φυτῶν τῶν ἐνκάρπων δραχμὰς μ, τοῦ δὲ νομοῦ δραχμὰς κ, τῶν δὲ νεοφύτων δραχμὰς ι, τοῦ δὲ ἀφόρου δραχμὰς δ, ἀναστήσει δὲ αὐτῶι τοὺς περιπάτους καθʼ ἕκαστον θρύον καὶ κάλαμον καὶ βάτον, τὰ δὲ στύματα παρέξει Νικάνωρ. ἐὰν δὲ μὴ παρέχηι ἀλλὰ καὶ ἄλλος τινὰ αὐτῶι παρέχηι, ὑπολογήσει εἰς τὸν φόρον οὗ ἂν τοὺς …ς σχῆι τιμὴν ἑκάστου στύματος καθʼ ὃ ἂν ἀγοράσηι, ὃ ὑπολογήσει. ἕξει καὶ κηλώνεια δύο ἃ παραδείξει διελθόντος, ἐὰν δὲ μή, ἀποτείσει ἑκάστου κηλωνείου δραχμὰς δ, ἐὰν δέ τι συντριβῆι, δώσει Νικάνωρ ξύλον. ἐὰν δέ τι τοῦ τεῖχος τοῦ κηλωνείου πέσηι, αὐτὸς ……εταδ… καὶ τὸ ἀποδόχιον καὶ τὸν δεκάχουν. ἐὰν δέ τι …δε…ου καταβάληι τ… ἀποτείσει καθʼ ὃ ἂν συν κ…ν… παραλαμβάνηι Ἀπολλώνιος, Ἀπολλώνιος δʼ ὅταν τοῦ ὕδατος συνπαραλάβηται Νικάνωρ, ἐὰν δὲ μὴ συνπαραλάβηται Ἀπολλώνιος δὲ μεταλάβηι τινὰς αὑτῶι, ἀποτεισάτω δραχμὰς κ, καὶ ἐὰν …ς ἐργας… ἔχει δὲ καὶ σκαφεῖα β, τρίποδα, δικέλλας β, δ…δονα…, δρέπανον, ἅμαξαν, …,ἀξίνην, ἃ πάντα παραδείξει διελθόντος τοῦ χρόνου, ἢ ἀποτείσει τιμὴν τὴν ἐν τῆι ἀγορᾶι οὖσαν …ι, ἐὰν δʼ ἀπολίπηι, ἀποτεισάτω …,ὅταν δὲ …ν καταλίπηι δραχμὰς Α καὶ ὃ ἂν ἀπ… τῆς ἀναμισθώσεως βεβαιου…κ. μισθὸς δραχμὴ α ὀβολοὶ 4. συγγραφοφύλαξ …μισθὸς δραχμὴ α τετρώβολον ……δραχμαὶ δ.