Ancient Greek
P.Tebt. 3 816
Documentary Papyri, P.Tebt. 3.1 816
Not analysed yet
…Ἀντίοχος …τῶν Α… …τακτόμισθος γνωστεύω Δημαίνετον τὸν προγεγραμμένον κληρονόμον τῶν τῆς μητρὸς αὐτοῦ Μυρτάλης τῆς Διδύμου Περσίνης· τούτωι καθήκει ἡ κληρονομία, ἄλλωι δὲ οὐθενί καθότι προγέγραπται. Δημέας Πρωτάρχου Ἀπιεὺς τῶν Ἀριστοτέλους τακτόμισθος γνωστεύω Δημαίνετον τὸν προγεγραμμένον κληρονόμον τῶν τῆς μητρὸς αὐτοῦ Μυρτάλης τῆς Διδύμου Περσίνης· τούτωι καθήκει ἡ κληρονομία, ἄλλωι δὲ οὐθενί, καθότι προγέγραπται. ἔστι δὲ ὁ Δημαίνετος ὡς ἐτῶν λε μελίχρως κλαστὸς μακροπρόσωπος ὑποχάροψ …ς οὐλὴ παρʼ ὦς ἀριστερόν, Ἀντίοχος δὲ ὡς ἐτῶν μ, βραχὺς μελίχρως τετανὸς μακροπρόσωπος φακὸς παρʼ ὀφρὺν δεξιάν, Δημέας δὲ ὡς ἐτῶν με, μέσος μελίχρως τετανὸς ἀναφάλανθος μακροπρόσωπος ὑπόσκνιφος οὐλὴ ὀφρύι ἀριστερᾶι. ……Παῦνι τοῦ α… ἔτους …καὶ ἐάν σοι ἐπιπορεύηται ……δου ἅπαντα τόπον …ἔρρωσο. ἔτους ιγ Παῦνι κδ. …α Δημαινέτωι καὶ Ὕλλωι καὶ Πτολεμαίωι χαίρειν. τῆς ὑπαρχούσης ἡμῖν οἰκίας ἐν Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέμφιν πίστει κυρωθείσης ὑμῖν πωλεῖν ὡς ἂν βούλησθε, καὶ οὐ μὴ ἐπέλθω ἐπʼ αὐτὴν ἡ ἀγχιστεύουσα οὔτε ἐφʼ ὑμᾶς οὐδʼ ἐπὶ τοὺς ἠγορακότας οὐδʼ ἄλλος ὑπὲρ ἐμοῦ παρευρέσει ᾑτινιοῦν. ἐὰν δέ τι τῶν προγεγραμμένων ποιήσω ἢ ἄλλος ὑπὲρ ἐμοῦ, ἔνοχος ἔσομαι ὑμῖν καὶ ὁ ἐπελθὼν ὑπέρ μου, καὶ προσαποτίσω ἱερὰς ἀργυρίου δραχμὰς χιλίας . ἔστω δὲ ταῦτα κύρια οὗ ἂν ἐπιφέρητε ἢ οἱ συνλέγοντες κυρίως. ἔρρωσθε. ἔτους τρεισκαιδεκάτου Μεχεὶρ κδ. ἑξαμαρτύρου ἀντίγραφον. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου …καὶ Ἀρσινόης θεῶν Φιλοπατόρων ἔτους ιγ ἐφʼ ἱερέως …τοῦ Εὐμήλου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Ἀρτεμιδώρας τῆς Διογένους, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀπολλωνίας τῆς Ἀθηνοδώρου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου, μηνὸς Ἀπελλαίου ἐνάτηι ἐπʼ εἰκάδι, ἐν Ἡρακλέους πόλει. ὁμολογεῖ Πτολεμαῖος Ἀμύντου Μακεδὼν τῶν Ἑκαταίου πεζῶν τακτόμισθος Μεσοήσει Ἀλεξάνδρου