Ancient Greek
819.r.24 to 819.v.52
Documentary Papyri, P.Tebt. 3.1 819.r.24-819.v.52
Not analysed yet
ἐμίσθωσεν Πυλάδης Μακεδὼν τῶν …τῆς τρίτης ἱππαρχίας ὀγδοηκοντάρουρος Φιλάμμωνι Δε …τῆς ἐπιγονῆς ἀπὸ τῶν ὑπαρχουσῶν αὐτῶι …ἐν τῶι Ὀλύμπου τοῦ Ἀντιπάτρου ἑκατονταρούρου κλήρωι τῶι ὄντι περὶ τὴν προδεδηλωμένην κώμην ἀρουρῶν …ἀρούρας πέντε ὥστε σπείρειν σκόρδωι. ἡ μὲν μίσθωσις ἥδε εἰς τὸ ἑνδέκατον ἔτος ἐκφορίου τοῦ παντὸς χαλκοῦ νομίσματος δραχμῶν ἑπτακοσίων ,τὸ δὲ προγεγραμμένον ἐκφόριον ἀποδότω Φιλάμμων Πυλάδει ἐν μησὶν Μεχεὶρ καὶ Φαμενὼθ …. ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισάτω ἡμιόλιον, τῶν δὲ σκόρδων κυριευέτω Πυλάδης ἕως ἂν τὰ ἑαυτοῦ κομίσηται. βεβαιούτω δὲ Ὄλυμπος Ἀντιπάτρου Μυσὸς τῶν ἐκ τοῦ Κυνοπολίτου καὶ Ἡρακλεοπολίτου πρώτων Φιλάμμωνι καὶ τοῖς παρʼ αὐτοῦ τὴν μίσθωσιν καὶ τὸ …σκόρδον ἕως ἂν κόψαντες α… ,ὅσα δὲ Ὄλυμπος μὴ βεβαιοῖ καθὰ γέγραπται ἀποτεισάτω Φιλάμμωνι Πυλάδης ἐπίτιμον χαλκοῦ νομίσματος τάλαντα δύο ,καὶ μηθὲν ἧσσον ἡ συγγραφὴ ἥδε κυρία ἔστω. ἐὰν δέ τι εἰς τὸ βασιλικὸν πραχθῆι ὑπὲρ τῆς μισθώσεως ταύτης ἢ τοῦ κλήρου, ἐπενέγκας σύμβολον ὁμόλογον ὑπολογείτω Πυλάδει εἰς τὸ ἐκφόριον. ἡ συγγραφὴ κυρία. μάρτυρες …μναιος Ἑργεῦτος, Μενοίτιος …οἱ πέντε Μακεδόνες εκ… τῆς πέμπτης ἱππαρχίας ε… συγγραφοφύλαξ Ὄλυμπος. …Πυλάδης μεμίσθωκα καθὰ πρόκειται καὶ τέθειμαι τὴν συγγραφὴν κυρίαν παρὰ Ὀλύμπωι. Ὄλυμπος βεβαιώσω καθὰ πρόκειται καὶ ἔχω τὴν συγγραφὴν κυρίαν. ……μ…ος …π…ρων