Ancient Greek
P.Tebt. 3 821
Documentary Papyri, P.Tebt. 3.1 821
Not analysed yet
Ἱστιεία Ἱστιήου Μακέτα Ταούθει Μαρρείους χαίρειν. περὶ ὧν σοι ἐνκέκληκα ἐπὶ τοῦ Ἀριστοβούλου ἀρχείου συνλύομαί σοι καὶ οὐθέν σοι ἐνκαλῶ περὶ ὧν σοι ἐνκέκληκα καὶ περὶ ὧν σοι οἱ κοινοί σου κατέγνωσαν, ἂν δέ σοι ἐπέλθω ὑπὲρ τῆς ὕβρεως ἤ τινες τῶν παρʼ ἐμοῦ, ἀποτείσω σοι δραχμὰς τρισχιλίας . ἔρρωσο. ἔτους ιγ Παχὼν ζ. ἔγραψε Μενεκλῆς ὑπὲρ Ἱστιείας διὰ τὸ φάσκειν αὐτὴν μὴ ἐπίστασθαι γράμματα. …