Ancient Greek
P.Tebt. 3 823
Documentary Papyri, P.Tebt. 3.1 823
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Φιλοπατόρων ἔτους κα Ἁθὺρ β. ὁμολογεῖ Ἀμμώνιος ναύκληρος τοῦ Πολυκράτου κερκούρου ἀγωγῆς …ἐμβεβλῆσθαι ἐπὶ τοῦ τῆς Κερκῆς ὅρμου ὥστε εἰς Ἀλεξάνδρεαν εἰς τὸ βασιλικὸν ἀπὸ τῶν γενημάτων τοῦ κ ἔτους διὰ Βακχίου καὶ Ἀμμωνίου τῶν σιτολογούντων τὸ περὶ Ἱερὰν Νῆσον ἐργαστήριον μετὰ τῶν ἐπακολουθούντων ὀλύρας φορικῆς ἧς πλοῦς διὰ τῆς ἐπιλέκτου ἀρτάβας πεντακισχιλίας πεντακοσίας πεντήκοντα ἕξ, γίνονται ἀρτάβαι Εφνϛ, μέτρῳ τῷ συμβεβλημένῳ πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίᾳ ἀδόλῳ καθαρὰς κεκοσκινευμένας, καὶ οὐθὲν ἐνκαλῶ. ἔγραψεν Στοτοῆτις Γεμούθου Μεμφίτης Ἄμμωνος συντάξαντος διὰ τὸ αὐτὸν μὴ ἐπίστασθαι γράμματα.