Ancient Greek
866.4.57 to 866.2.90
Documentary Papyri, P.Tebt. 3.2 866.4.57-866.2.90
Not analysed yet
ὑπηρέταις τοῖς ἐγλογεύσασιν ἡμερῶν κβ ἀνὰ τριώβολον γίνονται δραχμαὶ ια. ἁρμαλιὰ γ, Πιμούει ια, σύμβολα τριώβολον, τοῖς παρὰ Νικάνορος τριώβολον, γίνονται δραχμαὶ ιε. κωμογραμματεῖ ι τετρώβολον. Παχὼν κϛ, λόγος πρὸς Διοκλῆν· πρὸς τὸν πρῶτον λόγον ρνϛ ὀβολοὶ γ 𐅵δ, πρὸς τὸν διὰ Διοκλέους κζ ὀβολοὶ ε 𐅵,πρὸς τὸν διʼ Ἡρακλείδου οβ τριώβολον, γίνονται δραχμαὶ σνϛ ὀβολοὶ δ 𐅵. ἐπαλλαγὴ δραχμαὶ μβ ὀβολοὶ δ 𐅵,γίνονται δραχμαὶ σϙθ τριώβολον. πρὸς ἄλλον λόγον δραχμαὶ ιγ διώβολον, γίνονται δραχμαὶ τιβ πεντώβολον. ἐπὶ τράπεζαν ροβ, ἐπαλλαγὴ κη ὀβολοὶ γ 𐅵,συμβόλου τριώβολον, γίνονται δραχμαὶ σα ἡμιωβέλιον ,λοιπαὶ ρια ὀβολοὶ δ 𐅵,ὧν ἀνήλωται ἕως κβ κβ πεντώβολον, καὶ διὰ χειρὸς Διοκλεῖ ε τετρώβολον, καὶ ἐμοὶ ε τετρώβολον, γίνονται ια διώβολον, γίνονται δραχμαὶ λδ ὀβολὸς. ἄλλαι δραχμαὶ ιδ, γίνονται μη ὀβολὸς. λοιπαὶ δραχμαὶ ξγ ὀβολοὶ γ 𐅵,ὧν κωμογραμματεῖ ι τετρώβολον, τοῖς παρὰ Νικάνορος τριώβολον, σύμβολον τριώβολον, γίνονται ια τετρώβολον. λοιπαὶ να ὀβολοὶ ε 𐅵,ὧν ἔχει δραχμὰς δ, λοιπαὶ μζ ὀβολοὶ ε 𐅵.