Ancient Greek
P.Tebt. 3 953
Documentary Papyri, P.Tebt. 3.2 953
Not analysed yet
……ἀλλὰ τὴν ἀπόφασιν …κεχρημένου μου, τῶν παρʼ αὐτοῦ ἠγμένων ἐργάζεται καθʼ ἕκαστον ἔτος, κρατουμένου τοῦ κλήρου πρὶν ἢ κατεργάσασθαι αὐτὸν τὴν πᾶσαν γῆν. διὸ ἀξιῶ, ἐὰν φαίνηται, μὴ ὑπεριδεῖν με καταδυναστευόμενον ὑπὸ τῶν παρὰ Διονυσίου, ἀλλʼ, ἐὰν ἦι οἷα γράφω, συντάξαι γράψαι ὧι καθήκει μὴ ἐπιτρέπειν τῶι αὐτῶι Διονυσίωι μηδὲ τοῖς παρʼ αὐτοῦ ἐπιβαίνειν ἐπὶ τὸν ἐμὸν κλῆρον ἀπὸ τοῦ νῦν καὶ ἀποδοῦναί μοι τὰ ἐκφόρια τοῦ κγ ἔτους, καὶ εἴ τι προεσκάλισαν ἡμῶν τούτου γὰρ γενομένου τεύξομαι παρὰ σοῦ τοῦ δικαίου ἐπέδωκα τῶι …ι ἔτους κδ Χοίακ η.