Ancient Greek
P.Tebt. 3 974 descr.
Documentary Papyri, P.Tebt. 3.2 974
Not analysed yet
…ἔστω δὲ Μυρτάλη παρὰ …πειθαρχοῦσα αὐτῶι ὡς προσήκει, κυριεύουσα μετʼ αὐτοῦ κοινῆι τῶν ὑπαρχόντων αὐτοῖς, τὰ δὲ δέοντα πάντα καὶ τὰ ἔπιπλα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα ὅσα προσήκει γυναικὶ γαμετῆι παρεχέτω …Μυρτάληι ἐνδημῶν καὶ ἀποδημῶν κατὰ δύναμιν τῶν ὑπαρχόντων αὐτῶι, καὶ μὴ ἐξέστω αὐτῶι γυναῖκα ἄλλην ἐπεισάγεσθαι ἐπὶ τῆι Μυρτάληι μηδὲ παλλακὴν μηδὲ παιδικὸν ἔχειν μηδὲ τεκνοποιεῖσθαι ἐξ ἄλλης γυναικὸς μηδʼ ἄλλην οἰκίαν οἰκεῖν ἧς οὐ κυριεύσει Μυρτάλη μηδὲ τῶν ὑπαρχόντων μηδὲν ἐξαλλοτριοῦν μηδʼ ἐγβάλλειν μηδὲ ὑβρίζειν μηδὲ κακουχεῖν αὐτήν, ἐὰν δέ τι τούτων ἐπιδειχθῆι ποιῶν ἢ τὰ ἔπιπλα ἢ τὸν ἱματισμὸν ἢ τὰ ἄλλα μὴ παρέχηι καθάπερ γέγραπται, ἀποτεισάτω παραχρῆμα τὴν φερνὴν ἡμιολίαν …καὶ αὐτὰ δὲ καὶ Μυρτάλῃ μὴ ἐξέστω ἀπόκοιτον μηδὲ ἀφήμερον γίνεσθαι …