Ancient Greek
P.Tebt. 1 126
Documentary Papyri, P.Tebt. 4 1095
Not analysed yet
Μεγχεῖ κωμογραμματεῖ Κερκεοσίρεως παρὰ Τεῶτος τοῦ …βασιλικοῦ γεωργοῦ τῶν ἐκ τῆς αὐτῆς. τῆι η τοῦ Μεσορὴ τοῦ δ ἔτους ὄντος μου σὺν τοῖς ἄλλοις πρεσβυτέροις τῶν γεωργῶν πρὸς τῆι πρακτορείαι τῶν ἐνοφειλομένων πρὸς τὴν μίσθωσιν τοῦ αὐτοῦ ἔτους, ἐπελθόντες ἐπὶ τὴν ὑπάρχουσάν μοι οἰκίαν Πύρριχος Διονυσίου τῶν κατοίκων ἱππέων καὶ Ἡράκλειος Ποσειδίππου τῶν ἐκ τῆς αὐτῆς κώμης σὺν ἄλλοις πλείστοις ἐν μαχαίραις καὶ οὐδενὶ κόσμωι χρησάμενοι συντρίψαντες τὰς θύρας γενόμενοι ἔνδον ἀπηνέγκαντο θύραν καὶ …οὐθενὸς ἁπλῶς ὄντος μοι πρὸς αὐτούς, διʼ ἣν αἰτίαν ἐμπεποδίσθαι ἐν τοῖς κατὰ τὴν πρακτορείαν. διὸ ἐπιδίδωμί σοι ὅπως περὶ ἑκάστων ὑπογραφὴν ποιήσηι προσυποτάξας καὶ τοῦ ὑπομνήματος ἀντίγραφον οἷς καθήκει ἵνʼ ἐγὼ μὲν κομίσωμαι τὰ ἐμαυτοῦ, αὐτοὶ δὲ τύχωσι τῆς ἁρμοζούσης ἐπιπλήξεως. εὐτύχει.