Ancient Greek
P.Tebt. Pad. 19
Documentary Papyri, P.Tebt. Pad. 1 19
Not analysed yet
…ὑπογραφεὺς τοῦ Σαραπίωνος Εὔτυχος Πρωτίωνος ὤς ἐτῶν τριάκοντα πέντε οὐλὴ ὀφρύει ἀριστερᾷ καὶ τοῦ Πρωτᾶ Ἥρων Ὀρσενούφεως ὁ πατὴρ ὡς ἐτῶν ξη οὐλὴ ἀντίχειρι ἀριστερῷ. Σεραπίων Διονυσίου ἐκδέδομαι τὸν υἱόν μου Πρωτᾶν τῶι Πρωτᾷ λινούφῳ ἐπ’ ἔτη δύο ἀπὸ τῆς προκειμένης ἡμέρας, τρέφοντός μου καὶ ἱματίζοντος αὐτὸν καθὼς πρόκειται. Εὔτυχος Πρωτίωνος ἔγραψε ὑπὲρ αὐτοῦ ἀγραμμάτου. Πρωτᾶς Ἥρωνος ἐκδιδάξω καὶ ἕκαστα ποιήσω καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἥρων ὁ πατὴρ μὴ εἰδότος γράμματα. ἐντέτακται διὰ γραφεῖου Τεβτύνεως