Ancient Greek
P.Tebt. Quenouille 11
Documentary Papyri, P.Tebt. Quenouille 11
Not analysed yet
……βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Πολέμωνος μερίδος παρὰ Κρεύσιος τῆς Μάρωνος τοῦ Ἀρχιμήδου ἀπὸ τῆς μητροπόλεως μετὰ κυρίου …δρου τοῦ Μύσθου. ὑπάρχει μοι ἐν κώμῃ Ἰβίωνι Ἀργαίου μητρικὸν μέρος οἰκίας καὶ αὐλῆς ὅπερ ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατ’ οἰκίαν ἀπογραφήν. ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορή …. Κρεῦσις Μάρωνος μετὰ κυρίου …δρου τοῦ Μύσθου …ἐπιδέδωκα. ∆ιοσ… τοῦ Ἀρχιμήδου…νακ…