Ancient Greek
P.Tebt. 2 498 descr.
Documentary Papyri, P.Tebt. 6
Not analysed yet
ἔτους …Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαῶφι β ἐν Τεβτύνει τοῦ Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἀπίων Ὀρσενούφεως τοῦ καὶ Πετεσούχου ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ χειρὶ ἀριστερᾷ Κρονίωνι Κρονίωνος ὡς ἐτῶν τριάκοντα δύο οὐλὴ μετώπωι ἔχειν παρʼ αὐτοῦ Κρονίονος διὰ χειρὸς ἀργυρίου δραχμὰς ὀγδοήκοντα …αχανων …δύο ἃς ὤφειλεν αὐτοῦ Κρονίονος πατὴρ τετελευτηκὼς Κρονίων τοῦ Ἀπίονος ὁμολογοῦντι πατρὶ Ὀρσενούφει τῷ καὶ Πετεσούχωι Ἡρακλέως οἳ τετελευτήκασι καθʼ ὁμολογίαν χρήσεως τετελειωμένην διὰ τοῦ αὐτοῦ γραφείου τῶι τετάρτωι ἔτει Δομιτιανοῦ ἐν μηνὶ Νέῳ Σεβαστῶι ἣν καὶ …